Ancient Greek · ~2 min
Book 1, Chapter 8
Marcus Aurelius, Ad se ipsum 1.8
Not analysed yet
Παρὰ Ἀπολλωνίου τὸ ἐλεύθερον καὶ ἀναμφιβόλως ἀκύβευτον καὶ πρὸς μηδὲν ἄλλο ἀποβλέπειν μηδὲ ἐπ’ ὀλίγον ἢ πρὸς τὸν λόγον· καὶ τὸ ἀεὶ ὅμοιον, ἐν ἀλγηδόσιν ὀξείαις, ἐν ἀποβολῇ τέκνου, ἐν μακραῖς νόσοις· καὶ τὸ ἐπὶ παραδείγματος ζῶντος ἰδεῖν ἐναργῶς ὅτι δύναται ὁ αὐτὸς σφοδρότατος εἶναι καὶ ἀνειμένος· καὶ τὸ ἐν ταῖς ἐξηγήσεσι μὴ δυσχεραντικόν· καὶ τὸ ἰδεῖν ἄνθρωπον σαφῶς ἐλάχιστον τῶν ἑαυτοῦ καλῶν ἡγούμενον τὴν ἐμπειρίαν καὶ τὴν ἐντρέχειαν τὴν περὶ τὸ παραδιδόναι τὰ θεωρήματα· καὶ τὸ μαθεῖν πῶς δεῖ λαμβάνειν τὰς δοκούσας χάριτας παρὰ φίλων, μήτε ἐξηττώμενον διὰ ταῦτα μήτε ἀναισθήτως παραπέμποντα.