Ancient Greek · ~1 min
Book 11, Chapter 34
Marcus Aurelius, Ad se ipsum 11.34.1
Not analysed yet
Καταφιλοῦντα τὸ παιδίον δεῖ, ἔλεγεν ὁ Ἐπίκτητος, ἔνδον ἐπιφθέγγεσθαι· αὔριον ἴσως ἀποθανῇ. —δύσφημα ταῦτα. —οὐδὲν δύσφημον, ἔφη, φυσικοῦ τινος ἔργου σημαντικόν· ἢ καὶ τὸ τοὺς στάχυας θερισθῆναι δύσφημον.