Ancient Greek · ~1 min
Book 11, Chapter 39
Marcus Aurelius, Ad se ipsum 11.39.1
Not analysed yet
Ὁ Σωκράτης ἔλεγε· τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων; —λογικῶν. —τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων; —ὑγιῶν. —τί οὖν οὐ ζητεῖτε; —ὅτι ἔχομεν. —τί οὖν μάχεσθε καὶ διαφέρεσθε;