Ancient Greek
Book 4, Chapter 23
Marcus Aurelius, Ad se ipsum 4.23.1
Not analysed yet
Πᾶν μοι συναρμόζει ὃ σοὶ εὐάρμοστόν ἐστιν, ὦ κόσμε· οὐδέν μοι πρόωρον οὐδὲ ὄψιμον ὃ σοὶ εὔκαιρον. πᾶν μοι καρπὸς ὃ φέρουσιν αἱ σαὶ ὧραι, ὦ φύσις· ἐκ σοῦ πάντα, ἐν σοὶ πάντα, εἰς σὲ πάντα. ἐκεῖνος μέν φησιν· ʽὦ πόλι φίλη Κέκροπος· ʼ σὺ δὲ οὐκ ἐρεῖς· ʽὦ πόλι φίλη Διός; ʼ