Ancient Greek · ~2 min
Book 6, Chapter 36
Marcus Aurelius, Ad se ipsum 6.36.1
Not analysed yet
Ἡ Ἀσία, ἡ Εὐρώπη γωνίαι τοῦ κόσμου· πᾶν πέλαγος σταγὼν τοῦ κόσμου· Ἄθως βωλάριον τοῦ κόσμου· πᾶν τὸ ἐνεστὼς τοῦ χρόνου στιγμὴ τοῦ αἰῶνος. πάντα μικρά, εὔτρεπτα, ἐναφανιζόμενα. Πάντα ἐκεῖθεν ἔρχεται, ἀπ’ ἐκείνου τοῦ κοινοῦ ἡγεμονικοῦ ὁρμήσαντα ἣ κατ’ ἐπακολούθησιν. καὶ τὸ χάσμα οὖν τοῦ λέοντος καὶ τὸ δηλητήριον καὶ πᾶσα κακουργία ὡς ἄκανθα, ὡς βόρβορος, ἐκείνων ἐπιγεννήματα τῶν σεμνῶν καὶ καλῶν. μὴ οὖν αὐτὰ ἀλλότρια τούτου οὗ σέβεις φαντάζου, ἀλλὰ τὴν πάντων πηγὴν ἐπιλογίζου.