Ancient Greek · ~2 min
Book 7, Chapter 46
Marcus Aurelius, Ad se ipsum 7.46.1
Not analysed yet
ʽἈλλʼ, ὦ μακάριε, ὅρα μὴ ἄλλο τι τὸ γενναῖον καὶ τὸ ἀγαθὸν ᾖ τοῦ σῴζειν τε καὶ σῴζεσθαι· μὴ γὰρ τοῦτο μέν, τὸ ζῆν ὁποσονδὴ χρόνον, τόν γε ὡς ἀληθῶς ἄνδρα ἐατέον ἐστὶ καὶ οὐ φιλοψυχητέον, ἀλλ’ ἐπιτρέψαντα περὶ τούτων τῷ θεῷ καὶ πιστεύσαντα ταῖς γυναιξίν, ὅτι τὴν εἱμαρμένην οὐδ’ ἂν εἶς ἐκφύγοι, τὸ ἐπὶ τούτῳ σκεπτέον τίνα ἂν τρόπον τοῦτον ὃν μέλλει χρόνον βιῶναι ὡς ἄριστα βιῴη. ʼ