Ancient Greek · ~3 min
Book 7, Chapter 55
Marcus Aurelius, Ad se ipsum 7.55.1
Not analysed yet
Μὴ περιβλέπου ἀλλότρια ἡγεμονικά, ἀλλ’ ἐκεῖ βλέπε κατ’ εὐθὺ ἐπὶ τί σε ἡ φύσις ὁδηγεῖ, ἥ τε τοῦ ὅλου διὰ τῶν συμβαινόντων σοι καὶ ἡ σὴ διὰ τῶν πρακτέων ὑπὸ σοῦ· πρακτέον δὲ ἑκάστῳ τὸ ἑξῆς τῇ κατασκευῇ· κατεσκεύασται δὲ τὰ μὲν λοιπὰ τῶν λογικῶν ἕνεκεν, ὥσπερ καὶ ἐπὶ παντὸς ἄλλου τὰ χείρω τῶν κρειττόνων ἕνεκεν, τὰ δὲ λογικὰ ἀλλήλων ἕνεκεν. τὸ μὲν οὖν προηγούμενον ἐν τῇ τοῦ ἀνθρώπου κατασκευῇ τὸ κοινωνικόν ἐστι, δεύτερον δὲ τὸ ἀνένδοτον πρὸς τὰς σωματικὰς πείσεις· λογικῆς γὰρ καὶ νοερᾶς κινήσεως ἴδιον περιορίζειν ἑαυτὴν καὶ μήποτε ἡττᾶσθαι μήτε αἰσθητικῆς μήτε ὁρμητικῆς κινήσεως· ζῳώδεις γὰρ ἑκάτεραι, ἡ δὲ νοερὰ ἐθέλει πρωτιστεύειν καὶ μὴ κατακρατεῖσθαι ὑπ’ ἐκείνων. δικαίως γε· πέφυκε γὰρ χρηστικὴ πᾶσιν ἐκείνοις. τρίτον ἐν τῇ λογικῇ κατασκευῇ τὸ ἀπρόπτωτον καὶ ἀνεξαπάτητον. τούτων οὖν ἐχόμενον τὸ ἡγεμονικὸν εὐθεῖαν περαινέτω καὶ ἔχει τὰ ἑαυτοῦ.