Ancient Greek · ~1 min
Book 7, Chapter 63
Marcus Aurelius, Ad se ipsum 7.63.1
Not analysed yet
ʽΠᾶσα ψυχή, φησίν, ἄκουσα στέρεται ἀληθείας· ʼ οὕτως οὖν καὶ δικαιοσύνης καὶ σωφροσύνης καὶ εὐμενείας καὶ παντὸς τοῦ τοιούτου. ἀναγκαιότατον δὲ τὸ διηνεκῶς τούτου μεμνῆσθαι· ἔσῃ γὰρ πρὸς πάντας πρᾳότερος.