Ancient Greek · ~1 min
Book 8, Chapter 17
Marcus Aurelius, Ad se ipsum 8.17.1
Not analysed yet
Εἰ μὲν ἐπὶ · σοί, τί αὐτὸ ποιεῖς; εἰ δὲ ἐπ’ ἄλλῳ, τίνι μέμφῃ; ταῖς ἀτόμοις ἢ τοῖς θεοῖς; ἀμφότερα μανιώδη. Οὐδενὶ μεμπτέον. εἰ μὲν γὰρ δύνασαι, διόρθωσον· εἰ δὲ τοῦτο μὴ δύνασαι, τό γε πρᾶγμα αὐτό· εἰ δὲ μηδὲ τοῦτο, πρὸς τί ἔτι σοι φέρει τὸ μέμψασθαι; εἰκῇ γὰρ οὐδὲν ποιητέον.