Ancient Greek · ~1 min
Book 9, Chapter 37
Marcus Aurelius, Ad se ipsum 9.37.1
Not analysed yet
Ἅλις τοῦ ἀθλίου βίου καὶ γογγυσμοῦ καὶ πιθηκισμοῦ. —τί ταράσσῃ; τί τούτων καινόν; τί σε ἐξίστησι; τὸ αἴτιον; ἴδε αὐτό. ἀλλ’ ἡ ὕλη; ἴδε αὐτήν. ἔξω δὲ τούτων οὐδέν ἐστιν, ἀλλὰ καὶ πρὸς τοὺς θεοὺς ἤδη ποτὲ ἁπλούστερος καὶ χρηστότερος γενοῦ. Ἴσον τὸ ἑκατὸν ἔτεσι καὶ τὸ τρισὶ ταῦτα ἱστορῆσαι.