Ancient Greek · ~2 min
Letter 2
Marcus Cornelius Fronto Rhet., Ad amicos (lib. 1) 2.1
Not analysed yet
Κορνηλιανὸν Σουλπίκιον φιλεῖν ἠρξάμην ἡσθε/ὶς τῷ τε τρόπῳ τἀνδρὸς καὶ τοῖς λόγοις· πέφυκεν γὰρ πρὸς λόγους ἄριστα. οὐκ ἂν δὲ ἔξαρνος εἴην τὰ πρῶτα παρ' ἐμοὶ φέρεσθαι τὴν ἐκ παιδείας φιλίαν συσταθεῖσαν· παιδείαν δὲ ταύτην λέγω τὴν τῶν ῥητόρων· αὕτη γὰρ δοκεῖ μοι ἀνθρωπίνη τις εἶναι· τῶν φιλοσόφων θεία τις ἔστω. βοήθησον οὖν τὰ δυνατὰ Κορνηλιανῷ ἀγαθῷ ἀνδρὶ κἀμοὶ φίλῳ καὶ <λογίῳ> καὶ οὐ φιλοσόφῳ.