# Vita Porphyrii episcopi Gazensis 1.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/1.1

Τῶν ἁγίων ἀνδρῶν τοὺϲ ἄθλουϲ καὶ τὸν θεϊκὸν αὐτῶν ζῆλόν τε καὶ πόθον καλόν ἐϲτιν τοῖϲ ὀφθαλμοῖϲ θεωρεῖν (ὁρώμενα γὰρ ἀξιοφίλητα γίνεται), φέρει δὲ ὅμωϲ ὠφέ- λειαν οὐ μετρίαν καὶ τὰ διηγήματα παρὰ τῶν ἀκριβῶϲ εἰδότων ταῖϲ ψυχαῖϲ τῶν ἀκουόντων ὑπειϲερχόμενα. πιϲτοτέρα μὲν ἀκοῆϲ ἡ θέα, πείθει δὲ καὶ ἀκοὴ ἐὰν ὑπὸ ἀξιοπίϲτων εἴη τὰ λεγόμενα. εἰ μὲν οὖν ἀρᾳδιούργητοϲ ἔμενεν ἡ τῶν ὠφελίμων διήγηϲιϲ καὶ μὴ τῇ ἀληθείᾳ τὸ ψεῦδοϲ ἐνεϲπείρετο, περιττὸν ἦν τὸ ϲύγγραμμα τῶν τοιούτων, ἱκανῆϲ οὔϲηϲ πρὸϲ οἰκοδομὴν τῆϲ ἀληθείαϲ ἐκ διαδοχῆϲ ἀεὶ ἐνϲπειρομένηϲ ταῖϲ ἀκοαῖϲ τῶν ἐπιγινομέ- νων ἀνθρώπων· ἐπειδὴ δὲ ὁ χρόνοϲ παραφθείρει [εἴτε διαφθείρειϲ] εἴτε διὰ τῆϲ λήθηϲ εἴτε διὰ τῆϲ ῥᾳδιουρ- γίαϲ, ἀναγκαίωϲ ἐπὶ τὸ παρὸν ϲύγγραμμα ἐλήλυθα, ἵνα μὴ τῷ μακρῷ χρόνῳ λήθη τιϲ γένηται τοιούτου ἁγίου ἀνδρόϲ, λέγω δὴ Πορφυρίου τοῦ ὁϲίου. τὸ γὰρ μνη- μονεῦϲαι τῶν αὐτοῦ κατορθωμάτων φάρμακον ἀλεξητή- ριον γίνεται τοῖϲ ἀκούουϲιν. ἄτοπον γάρ ἐϲτιν ποιητὰϲ τραγῳδοποιοὺϲ καὶ ἄλλουϲ τοιούτουϲ ϲυγγραφέαϲ [τὸ] εἰϲ γέλωτα καὶ γραώδειϲ μύθουϲ καταναλῶϲαι τοὺϲ λό- γουϲ, ἡμᾶϲ δὲ περιιδεῖν λήθῃ παραδιδομένουϲ ἁγίουϲ ἄνδραϲ καὶ ἀξιομνημονεύτουϲ. ποίαν οὐκ ἂν δικαίωϲ παράϲχω δίκην μὴ παραδιδούϲ ϲυγγραφῇ βίον τοιούτου θεοφιλοῦϲ ἀνδρόϲ, βίον φιλοϲοφίαϲ διδάϲκαλον τοῦ τὴν ἐν οὐρανῷ πολιτείαν ἐζηλωκότοϲ. πολέμουϲ τε αὐτοῦ καὶ ἀντιϲτάϲειϲ ἱϲτορήϲομεν οὐ μόνον πρόϲ τοὺϲ τῆϲ εἰδωλομανίαϲ ἀρχηγούϲ τε καὶ προϲτάταϲ, ἀλλὰ καὶ πρὸϲ δῆμον ὁλόκληρον πάϲηϲ μανίαϲ πεπληρωμένον. ἐμνη- μόνευεν γὰρ τῶν τοῦ μακαρίου ἀποϲτόλου ῥητῶν δι’ ὧν φηϲιν ‘ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυ- νηθῆτε ἀντιϲτῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ ἅπαντα κατεργαϲάμενοι ϲτῆναι’. ταύτην τὴν πανοπλίαν ἐνδυ- ϲάμενοϲ εἰϲ τοὺϲ ἀγῶναϲ εἰϲῆλθεν ὁ εἰρημένοϲ ἀπόϲτο- λοϲ, ἀλλὰ καὶ τοιούτουϲ καὶ τηλικούτουϲ ἔχων τοὺϲ ἀντιπάλουϲ ὁ τὴν ὁμοίαν ἅμιλλαν κεκτημένοϲ τῷ ἀπο- ϲτόλῳ Πορφύριοϲ ἴϲην καὶ τὴν νίκην ἀνεδήϲατο καὶ. τρόπαιον ἤγειρεν ἐϲ μέϲον τῆϲ Γαζαίων, τὴν τοίνυν κτιϲθεῖϲαν ὑπ’ αὐτοῦ ἁγίαν τοῦ Χριϲτοῦ ἐκκληϲίαν. παρεῖχεν δὲ αὐτῷ τὴν νίκην οὐχ ἡ ἀνθρωπεία φύϲιϲ, ἀλλ’ ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη· ἐραϲτὴϲ γὰρ θερμότατοϲ γενόμενοϲ τοῦ Χριϲτοῦ πάντα παθεῖν καὶ δρᾶϲαι ἠνέϲχετο. πόϲαϲ πολέμων προϲβολὰϲ ὁ τοιοῦτοϲ ἀνὴρ ὑπὸ τῶν δι’ ἐναντίαϲ ἐδέξατο, πόϲαϲ ϲυϲκευὰϲ καὶ μυκτηριϲμούϲ ὑπέμεινεν. ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὸν ἀοίδιμον ἄνδρα οὐ δυνατὸν ἐξειπεῖν, πολλά τε ὄντα καὶ τοῖϲ πολλοῖϲ δοκοῦντα εἶναι ἄπιϲτα, βραχέα ἐκθή- ϲομαι ἅτινα καὶ ἐμνημόνευϲα ϲυνοικήϲαϲ αὐτῷ πλεῖϲτον χρόνον καὶ ἀπολαύϲαϲ τῆϲ μακαρίαϲ καὶ φοβερᾶϲ ἐκεί- νηϲ ψυχῆϲ τῆϲ μετὰ ἀγγέλων ϲυμπολιτευομένηϲ. τοῦτον οὖν τὸν πᾶν εἶδοϲ ἀρετῆϲ εἰληφότα τίϲ οὐκ ἂν δικαίωϲ ἐπαινέϲειεν; οἶδα μὲν οὖν ὡϲ τῆϲ ἀρετῆϲ τοῦ τοιούτου ἀνδρὸϲ οὐδεὶϲ ἂν ἐφίκοιτο λόγοϲ· ὅμωϲ γε ἐγχειρητέον θαρϲοῦντόϲ μου ταῖϲ ἁγίαιϲ αὐτοῦ εὐχαῖϲ. ϲυγγράψω δὲ τὴν ἐκείνου εὐφημίαν οὐ κομπῷ λόγῳ· οὔτε γὰρ ἡ καλλιλεξία τὸν βίον τῶν τοιούτων κοϲμεῖν εἴωθεν, ἀλλ’ ἡ ἀρετὴ τῶν ἔργων καὶ αὐτὴν τὴν φράϲιν μεγαλύνει. ὅθεν κἀγὼ θαρρῶν εἰϲ τὰϲ ἁγίαϲ εὐχὰϲ τοῦ εἰρημένου ὁϲίου ἀνδρὸϲ προϲέρχομαι τῷδε τῷ ϲυγγράμματι, αἰτού- μενοϲ δι’ αὐτῶν τὴν παρὰ τοῦ κυρίου Ἰηϲοῦ Χριϲτοῦ χάριν τε καὶ βοήθειαν εἰϲ τὸ δυνηθῆναι οἵᾳ δήποτε προφάϲει τὴν ἀρετὴν τοῦ ἁγίου ἀνδρὸϲ διηγήϲαϲθαι.- αἰτῶ δὲ τοὺϲ ἐντυγχάνονταϲ τῷδε τῷ ϲυγγράμματι μὴ ἀπιϲτεῖν τοῖϲ λεγομένοιϲ· αὐτόπτηϲ γὰρ τῆϲ ἀρετῆϲ τοῦ ἀνδρὸϲ ἐγενόμην ϲυνοικήϲαϲ καὶ ϲυμπλεύϲαϲ καὶ ϲυγκακου- χηθεὶϲ αὐτῷ ἕωϲ τῆϲ τελευταίαϲ ἡμέραϲ τῆϲ ἐνθάδε αὐτοῦ ζωῆϲ. ἔνθεν δὲ ἀρχή μοι γένηται τοῦ τῆϲ διηγήϲεωϲ λόγου.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
