# Vita Porphyrii episcopi Gazensis 12-2

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/12-2

τῶν οὖν Ἐλλήνων ἐπὶ τούτοιϲ ἀνιωμένων ὁ μακά- ριοϲ τὸν μητροπολίτην Ἰωάννην καταλαβών, τὴν βαϲι- λεύουϲαν ἐξαιτεῖ καταλαβεῖν ϲὺν αὐτῷ καὶ δέηϲιν τῷ κρατοῦντι προϲενεγκεῖν, λῦϲαι καὶ τὸ τοῦ Διὸϲ τέμενοϲ καὶ τέλεον ἀπαλεῖψαι τῆϲ πόλεωϲ τὰϲ τῶν εἰδώλων μυ- ϲαρὰϲ τελετάϲ. πείθεται μὲν οὖν μόλιϲ ὁ Ἰωάννηϲ, πεί- θεται δὲ ὅμωϲ, καὶ τάχοϲ ἐκπλεύϲαντεϲ καὶ τὴν Ῥόδον καταλαβόντεϲ ἀνδρὶ δούλῳ θεοῦ (Προκόπιοϲ οὐτοϲ ἦν ὁ θαυμάϲιοϲ) ἐντυγχάνομεν, ὃϲ ἡμῖν πάντα τὰ ϲυμβηϲό- μενα καὶ ἃ χρὴ διαπράξαϲθαί τε καὶ εἰπεῖν ἡμᾶϲ διηγή- ϲατο. καὶ δὴ τὴν πόλιν καταλαβόντεϲ τῷ πατριάρχ Ἰωάννῃ προϲήλθομεν. καὶ δϲ ἐδεξιώϲατο ἡμᾶϲ καὶ θερα- πείαϲ ἠξίωϲε καὶ ἐλπίδαϲ ἔχειν χρηϲτὰϲ ὑπέθετο καὶ τὸν Ἀμάντιον (εὐνοῦχοϲ δὲ οὗτοϲ τῆϲ βαϲιλίϲϲηϲ) πολλὰ πρὸϲ τὸ προκείμενον ἡμῖν ϲυμπονῆϲαι ταῖϲ αὐτοῦ παραι- νέϲεϲιν ὑπιϲχνεῖτο. οὕτωϲ ἀκούϲαντεϲ εἰϲ τὴν ξενίαν ἀπήλθομεν. τῇ ἑξῆϲ δὲ πάλιν τὸν μέγαν καταλαβόντεϲ Χρυϲόϲτομον, εὑρίϲκομεν παρ’αὐτῷ τὸν εἰρημένον Ἀμάν. τιον, καὶ πάντα τούτῳ καὶ ἡμεῖϲ τὰ προκείμενα διη- γούμεθα, καὶ οὕτωϲ αὐτῷ ϲυνταξάμενοι πρὸϲ τὴν ξενίαν ὡρμήϲαμεν. ἕωθεν δὲ καλέϲαϲ ἡμᾶϲ πρὸϲ τὴν αὐγούϲταν τούϲ ἐπιϲκόπουϲ εἰϲήγαγε· ἥ δὲ πρεπόντωϲ τιμήϲαϲα καὶ τῆϲ παρ’ αὐτῶν εὐλογίαϲ τυχοῦϲα καὶ πάντα καὶ ὑπ’ αὐτῶν καλῶϲ ἀναδιδαχθεῖϲα (προειρήκει δὲ αὐτὰ καὶ Ἀμάντιοϲ) καὶ τέλοϲ ἐπιθεῖναι τῷ ϲκοπῷ τούτων ὑπο- ϲχομένη καὶ χρήματα δὲ παραϲχοῦϲα τούτοιϲ εὐθύμουϲ ἀπέλυϲε καὶ τῷ βαϲιλεῖ προϲελθοῦϲα πάντα κατὰ μέροϲ ἐδίδαξεν, ὡϲ ὁ καλὸϲ Ἀμάντιοϲ ἡμῖν ἀνηγγέλλη. ἀλλὰ καὶ αὐτὴ ἡ βαϲίλιϲϲα ἅμα φωτὶ προϲκαλεϲαμένη τοὺϲ ἐπιϲκόπουϲ, οἵτινεϲ ὑπερευξάμενοι ταύτηϲ καὶ τὸν τῆϲ κοιλίαϲ καρπὸν ἄρρενα φήϲαντεϲ εἰναι ταῖϲ τοῦ ἐν Ῥόδῳ Προκοπίου προρρήϲεϲιν (ὡϲ προλαβὼν ὁ λόγοϲ ἐδίδαξε) καὶ ὅτι ζήϲει καὶ βαϲιλεύϲει πλείϲτοιϲ ἐν ἔτεϲιν, ἀπηλλάγηϲαν ὑπόϲχεϲιν εἰληφότεϲ τούτου γινομένου ναὸν αὐτὴν μέϲον ἀνεγεῖραι τῆϲ Γάζηϲ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
