# Vita Porphyrii episcopi Gazensis 13-2

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/13-2

ἐπὶ δέκα δὲ ἡμέραϲ καύϲαντεϲ τὰ εἶδωλα διελογί- ζοντο περὶ τοῦ Μαρνείου, πῶϲ αὐτ⌊ῷ⌉ χρήϲονται, εἴτε καταϲτρέψαι εἶτε καῦϲαι καὶ καfᾶραι εἰϲ τὸ γ⌊ε⌉νέϲθαι οἶκον θεοῦ. καὶ δὴ νηϲτεύϲα⌊ν⌉τεϲ καὶ παννύχιον ϲύναξιν τελέϲαντεϲ ἄφνω ἐκ τοῦ λαοῦ π⌊αι]δίον ὡϲ ἐτῶν ἑπτὰ ἀνέκρ⌊αξεν⌉ ἱϲτάμενον μετὰ τῆϲ ἰδίαϲ μητρόϲ· Καύϲατε τὸν ναὸν τὸν ἔνδον ἕωϲ ἐδάφουϲ, πολλὰ γὰρ δεινὰ γέ- γονεν ἐν αὐτῷ, μάλιϲτα ἀνθρωποθυϲίαι. τοιούτῳ δὲ τρόπῳ καύϲατε αὐτόν· ἀγάγετε ὑγρὰν πίϲϲαν, θεῖόν τε καὶ ϲτέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίϲατε τὰϲ χαλκὰϲ θύραϲ καὶ ἐπ’ αὐτὰϲ τὸ πῦρἐπιβάλετε, καὶ οὕτωϲ ἅπαϲ ὁ ναὸϲ καίεται· ἄλλωϲ γὰρ οὐκ ἔϲτι δυνατὸν κατα- ϲτραφῆναι αὐτόν. τὸν δὲ ἐξώτερον ἐάϲατε ϲύν τῷ περι- βόλῳ. καὶ μετὰ τὸ καθάραι τὸν τόπον ἐκεῖ κτίϲατε ἁγίαν ἐκκληϲίαν. ἔλεγεν δὲ καὶ τοῦτο· | ⌊Μαρτύρομαι⌉ ὑμᾶϲ ἐνώπιον τοῦ ⌊θεοῦ ἄλλ⌉ωϲ μὴ γενέϲθαι, οὖτε γὰρ[ ἐγῶ εἰΠμι ὁ λαλῶν, ἀλλ’ ὁ Xριϲτὸϲ ὁ ἐν ἐμοὶ |λα⌉λῶν. ταῦτα δὲ ἔλεγεν τῇ Ϲύρᾳ φωνῇ. γνοὺϲ δὲ ὁ ἐπίϲκοποϲ ἐδόξαϲs τὸν θεὸν καὶ ἀγαγὼν τὴν μητέρα τοῦ παιδὸϲ εἶπεν αὐτῇ, εἰ μὴ καθ’ ὑποβολὴν αὐτῆϲ ἔφηϲεν ταῦτα ὁ παῖϲ. δὲ διώμνυτο μηδὲν τοιοῦτον ὑποθέϲθαι αὐτῷ. κατ’ ἰδίαν δὲ ἐκφοβήϲαϲ αὐτόν, μικρὸν ϲιωπῆϲαν ἔφη τὸ παιδίον τῇ Ἑλλάδι φωνῇ καθάπερ καὶ πρότερον περὶ τῆϲ καύ- ϲεωϲ τοῦ ναοῦ, ὥϲτε πάντϲ δοξϲαι τὰ μεγαλεῖα τοῦ θεοῦ. ἡ δὲ μήτηρ ἐφώμνυτο τὴν Ἑλληνίδα γλῶϲϲαν μήτε αὐτὴν μήτε τὸν υἰὸν αὐτῆϲ ὅλωϲ εἰδέναι. λοβοῦ ϲήϲ δὲ αὐτῆϲ παρὰ τοῦ ἁγίου τρία νομίϲματα, ἰδὼν ὁ παῖϲ ἀνέκραξε τῇ Ϲύρᾳ διαλέκτῳ· Μὴ λάβῃϲ μῆτερ, μὴ καὶ ϲὺ πωλήϲῃϲ τὴν δωρεὰν τοῦ θεοῦ χρυϲίῳ. καὶ ἀντ- ἐϲτρεψεν αὐτὰ τῷ ὁϲίῳ, ὑπὲρ αὐτῶν εὐχὴν κομιϲαμένη. ἐποίηϲεν δὲ πάττα ὁ ὅϲιοϲ καὶ ἔκαυϲε τὸν ναὸν κατὰ τὴν προφητείαν τοῦ παιδόϲ. ἐν ῷ καὶ ὁ τριβοῦνοϲ, Ἕλ- λην ὤν καὶ ὑποκρινόμενοϲ Χριϲτιανὸϲ εἰναι, μαϲτίζων τινὰϲ προφάϲει εὐταξίαϲ ἀπεκτάνθη ξύλου κατενεχθέν- τοϲ ἐπὶ τῆϲ κεφαλῆϲ αὐτοῦ. ἐπίϲτευϲαν δὲ τῷ αὐτῷ χρόνῳ ὀνόματα τριακόϲια.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
