# Vita Porphyrii episcopi Gazensis 14

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/14

τῇ δὲ ἑξῆϲ ἀπήλθομεν πρὸϲ τὸν ὅϲιον καὶ εὑρίϲκο- μεν παρ’ αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίϲαϲ τοῦ ἡμετέρου πράγματοϲ, μεταπεμψάμενοϲ αὐτὸν καὶ διδάξαϲ τὰ καθ’ ἡμᾶϲ. ὡϲ δὲ εἰϲήλθομεν καὶ. ἔγνω ὁ Ἀμάντιοϲ ὅτι ἡμεῖϲ ἐϲμὲν περὶ ὧν αὐτῷ ἐλά- ληϲεν, ἀναϲτὰϲ προϲεκύνηϲεν τοὺϲ ὁϲιωτάτουϲ ἐπιϲκό- πουϲ, κλίναϲ τὸ πρόϲωπον εἰϲ τὴν γῆν, κἀκεῖνοι δὲ γνόντεϲ τίϲ ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφί- ληϲαν. ἐπέτρεψεν δὲ καὶ αὐτοῖϲ ὁ ἁγιώτατοϲ ἀρχιεπί- ϲκοποϲ Ἰωάννηϲ ἐκ ϲτόματοϲ διδάξαι τὸν κουβικουλάριον τὸ κατ’ αὐτοὺϲ πρᾶγμα. ὁ δὲ ὁϲιώτατοϲ Πορφύριοϲ πάντα αὐτῷ διηγήϲατο τὰ κατὰ τοὺϲ εἰδωλολάτραϲ, πῶϲ παρρηϲίᾳ ποιοῦϲιν τὰ ἀθέμιτα καὶ πῶϲ καταπονοῦϲιν τοὺϲ Χριϲτιανούϲ. ὃ δὲ ἀκούϲαϲ ἐδάκρυϲεν καὶ ἐμπι- πλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖϲ· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἔχει γὰρ ὁ δεϲπότηϲ Χριϲτὸϲ ὑπεραϲπίϲαι τῆϲ θρηϲκείαϲ αὐτοῦ. εὔξαϲθε οὖν ὑμεῖϲ καὶ διαλέγομαι τῇ αὐγούϲτῃ καὶ ἐλπίζω εἰϲ τὸν τῶν ὅλων θεόν, ὅτι ϲυν- ήθωϲ ποιεῖ τὸ ἔλεοϲ αὐτοῦ. εἰϲφέρω δὲ καὶ ὑμᾶϲ τῇ ἐξῆϲ πρὸϲ αὐτὴν καὶ διδάϲκετε αὐτὴν ἐκ ϲτόματοϲ ὅϲα βούλεϲθε, ἔχετε δὲ αὐτὴν προδεδιδαγμένην εὑρεῖν ὑπ ᾿ ἐμοῦ. εἰπὼν δὲ ταῦτα ϲυνταξάμενοϲ ἡμῖν ἀνῆλθεν, καὶ ἡμεῖϲ δὲ διαλεχθέντεϲ πολλὰ πνευματικὰ μετὰ τοῦ ὁϲιωτάτου ἀρχιεπιϲκόπου Ἰωάννου καὶ λαβόντεϲ παρά- θεϲιν ἀνεχωρή|ϲαμεν.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
