# Vita Porphyrii episcopi Gazensis 15

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/15

τῇ δὲ ἑξῆϲ μεταπέμπεται ἡμᾶϲ ὁ κουβικουλάριοϲ Ἀμάντιοϲ διὰ δύο δεκανῶν ἀπελθεῖν εἰϲ τὸ παλάτιον, καὶ ἀναϲτάντεϲ ϲπουδῇ ἐπορεύθημεν. εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶϲ, καὶ λαβὼν τοὺϲ δύο ἐπιϲκόπουϲ εἰϲή- γαγεν πρὸϲ τὴν αὐγούϲταν Εὐδοξίαν. ὡϲ δὲ ἐθεάϲατο αὐτούϲ, προηϲπάϲατο εἰποῦϲα· Εὐλογήϲατε, πατέρεϲ, κἀκεῖνοι δὲ προϲεκύνηϲαν αὐτήν. ἐκαθέζετο δὲ ἐπὶ χρυ- ϲῆϲ κλίνηϲ, καὶ λέγει αὐτοῖϲ Ϲύγγνωτέ μοι, ἱερεῖϲ τοῦ Χριϲτοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆϲ γαϲτρόϲ· ἐχρεώϲτουν γὰρ εἰϲ τὸ πρόθυρον ὑπαντῆϲαι τῇ ὑμῶν ὁϲιότητι. ἀλλὰ διὰ τὸν κύριον εὔξαϲθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαϲτρὶ μετὰ φιλανθρωπίαϲ. οἱ δὲ ὁϲιώτατοι ἐπίϲκοποι θαυμάϲαντεϲ τὴν ϲυγκατάβαϲιν αὐτῆϲ εἶπαν· Ὁ εὐλογήϲαϲ τὴν μήτραν τῆϲ Ϲάραϲ καὶ τῆϲ Ῥε- βέκκαϲ καὶ τῆϲ Ἐλιϲάβετ εὐλογήϲαι τὸ ἐν τῇ γαϲτρί ϲου καὶ ζωώϲαι. ὡϲ δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλά- ληϲαν, λέγει αὐτοῖϲ Ἔγνων διὰ τί ἐϲκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιοϲ ὁ καϲτρήϲιοϲ. εἰ δὲ καὶ ὑμεῖϲ θέλετέ με διδάξαι, κελεύϲατε, πατέρεϲ. ἐπιτραπέντεϲ δὲ πάντα τὰ κατὰ τοὺϲ εἰδωλομανεῖϲ ἐδίδαξαν, πῶϲ ποιοῦϲιν ἀφό- βωϲ τὰ ἀνόϲια καὶ πῶϲ καταδυναϲτεύουϲιν τοὺϲ Χριϲτια- νούϲ, μὴ ϲυγχωροῦντεϲ μετελθεῖν ὀφφίκιον πολιτικὸν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόϲια τελοῦϲιν τῷ ὑμετέρῳ κράτει. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα εἶπεν· Μὴ ἀθυμήϲητε, πατέρεϲ· ἐλπίζω γὰρ εἰϲ τὸν δεϲπότην Χριϲτόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βαϲιλέα ποιῆϲαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίϲτει καὶ. ὑμᾶϲ τεθεραπευμένουϲ ἔνθεν ἀπολῦϲαι. ἀπέλθατε οὦν γενέϲθαι ἑαυτῶν (ἐϲτὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξαϲθε ἵνα ϲυνεργήϲῃ ὁ θεὸϲ τῇ αἰτήϲει μου. εἰποῦϲα δὲ ταῦτα ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ λαβοῦϲα ἀνὰ τρεῖϲ δράκαϲ δέδωκεν τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ εἰποῦϲα· Λάβετε τέωϲ ταῦτα εἰϲ δαπανήματα. οἱ δὲ ἐπίϲκοποι δεξάμενοι καὶ πολλὰ αὐτὴν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐξ- ερχόμενοι δὲ τὰ πολλὰ τῶν νομιϲμάτων διέδωκαν τοῖϲ ἐφιϲταμένοιϲ ταῖϲ θύραιϲ δεκανοῖϲ, ὡϲ ὀλίγα μετ’ αὐτῶν ὑπολειφθῆναι. ἡ δὲ βαϲίλιϲϲα εἰϲελθόντοϲ τοῦ βαϲιλέωϲ πρὸϲ αὐτὴν ἐδίδαξεν αὐτὸν τὰ κατὰ τοὺϲ ἐπιϲκόπουϲ πράγματα, ᾔτει δὲ αὐτῷ καταϲτραφῆναι τὰ ἱερὰ Γάζηϲ. ὁ δὲ βαϲιλεὺϲ ἀκούϲαϲ ἐδυϲχέραινεν εἰπών Οἶδα ὅτι ἡ πόλιϲ ἐκείνη κατείδωλόϲ ἐϲτιν, ἀλλ᾿ εὐγνωμονεῖ περὶ. τὴν εἰϲφορὰν τῶν δημοϲίων πολλὰ ϲυντελοῦϲα. ἐὰν οὖν αἰφνιδιάϲωμεν αὐτοὺϲ τῷ φόβῳ, φυγῇ χρήϲονται καὶ ἀπόλλομεν τοϲοῦτον κανόνα. ἀλλ’ εἰ δοκεῖ κατὰ μέροϲ θλίβομεν αὐτούϲ, περιαιροῦντεϲ τὰϲ ἀξίαϲ τῶν εἰδωλομανῶν καὶ τὰ ἄλλα πολιτικὰ ὀφφίκια, καὶ κελεύο- μεν τὰ ἱερὰ αὐτῶν κλειϲθῆναι καὶ μηκέτι χρηματίζειν. ἐπὰν γὰρ θλιβῶϲιν εἰϲ πάντα ϲτενούμενοι, ἐπιγινώϲκου- ϲιν τὴν ἀλήθειαν· τὸ γὰρ ὑπερβολὴν ἔχον αἰφνίδιον βαρὺ τοῖϲ ὑπηκόοιϲ. ἡ δὲ βαϲίλιϲϲα ἀκούϲαϲα ἐλυπήθη ϲφόδρα (ἦν γὰρ θερμὴ περὶ τὴν πίϲτιν), οὐκ ἀπεκρίθη δὲ τῷ βαϲιλεῖ ῥῆμα ἢ τοῦτο Ὁ κύριοϲ ἔχει βοηθῆϲαι τοῖϲ δούλοιϲ αὐτοῦ τοῖϲ Χριϲτιανοῖϲ, κἂν θέλωμεν ἡμεῖϲ κἂν μὴ θέλωμεν. ταῦτα διηγήϲατο ἡμῖν ὁ θεοϲεβὴϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
