# Vita Porphyrii episcopi Gazensis 16

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/16

τῇ δὲ ἐξῆϲ μετεπέμψατο ἡμᾶϲ ἡ αὐγούϲτα καὶ κατὰ τὸ ἔθοϲ προαϲπαϲαμένη τοὺϲ ὁϲίουϲ ἐπιϲκόπουϲ ἐπέ- τρεψεν καθίϲαι. μετὰ δὲ τὸ λαλῆϲαι πολλοὺϲ λόγουϲ πνευματικοὺϲ λέγει αὐτοῖϲ· Ἐλάληϲα τῷ βαϲιλεῖ καὶ μικρὸν ἐδυϲχέρανεν. ἀλλὰ μὴ ἀθυμεῖτε· θεοῦ γὰρ θέ- λοντοϲ οὐκ ἔχω παύϲαϲθαι ἕωϲ ὅτε πληρωθῆτε καὶ ἐξέλ- θητε ἅνύϲαντεϲ τὸν κατὰ θεὸν ὑμῶν ϲκοπόν. οἱ δὲ ἐπίϲκοποι ἀκούϲαντεϲ προϲεκύνηϲαν. κατανυγεὶϲ δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ὁ ἡμέτεροϲ, ἀναμνηϲθεὶϲ τοῦ λόγου τοῦ τριϲμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βαϲιλίϲϲῃ· Κοπώθητι διὰ τὸν Χριϲτόν, καὶ αὐτὸϲ ἔχει χαρίϲαϲθαί ϲοι ἀντὶ τοῦ κόπου ϲου υἱὸν ὅϲτιϲ ζήϲει καὶ βαϲιλεύϲει ϲοῦ ὁρώϲηϲ καὶ ἀπολαυούϲηϲ ἐπὶ ἔτη πολλά. ἀκούϲαϲα δὲ ἡ βαϲίλιϲϲα τοῦ λόγου ἐπλήϲθη χαρᾶϲ καὶ ἐγένετο τὸ πρόϲωπον αὐτῆϲ ἐρυθρὸν καὶ. προϲετέθη τῇ ὄψει κάλλοϲ ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα. λέγει οὖν τοῖϲ ὁϲιω- τάτοιϲ ἐπιϲκόποιϲ Εὔξαϲθε, πατέρεϲ, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν θεοῦ θέλοντοϲ γεννήϲω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅϲα αἰτεῖτε ποιεῖν. καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήϲαϲθε μέλλω ποιεῖν Χριϲτοῦ ἐπινεύοντοϲ· ἁγίαν γὰρ ἐκκληϲίαν κτίζω ἐν Γάζῃ εἰϲ τὸ μεϲώτατον τῆϲ πόλεωϲ. ἀπέλθατε οὖν μετ’ εἰρήνηϲ καὶ ἡϲυχάϲατε εὐχόμενοι ϲυνεχῶϲ ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλαν- θρωπίαϲ τέκω οὗτοϲ γάρ ἐϲτιν ὁ μὴν ἔνατοϲ καὶ ἐγγύϲ ἐϲτιν τοῦ πληρῶϲαι. ϲυνταξάμενοι οὖν ο ἐπίϲκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. ἦν δὲ εὐχὴ ἵνα τέκῃ ἄρρενα· ἐπιϲτεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁϲίου Προκοπίου τοῦ ἀναχωρητοῦ. καὶ καθ’ ἡμέραν ἐπορευόμεθα πρὸϲ τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχι- επίϲκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶ γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. ἤρχετο δὲ ϲυνεχῶϲ πρὸϲ ἡμᾶϲ Ἀμάντιοϲ ὁ κουβικουλάριοϲ, ποτὲ μὲν φέρων ἀποκρίϲειϲ τῆϲ βαϲιλίϲϲηϲ, ποτὲ δὲ καὶ χάριν ϲυντυχίαϲ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
