# Vita Porphyrii episcopi Gazensis 2

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/2

Γάζα I πόλιϲ ἐϲτὶν τῆϲ Παλαιϲτίνηϲ ἐν μεθορίῳ τῆϲ Αἰγύπτου ὑπάρχουϲα, οὐκ ἄϲημοϲ δὲ αὕτη τυγχάνουϲα, ἀλλὰ καὶ πολύανδροϲ καὶ τῶν ἐμφανῶν πόλεων οὖϲα· ἤκμαζεν δὲ ἐν αὐτῇ κατ’ ἐκεῖνο καιροῦ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία. ταύτηϲ τὴν ἱερωϲύνην ἀπεδέξατο ὁ παρ’ ἡμῶν εὐφημούμενοϲ Πορφύριοϲ. πατρίδα μὲν ἔϲχεν τὴν ἐπουράνιον Ἱερουϲαλήμ (εἰϲ ταύτην γὰρ καὶ ἀπεγράψατο), τὴν δὲ ἐπίγειον τὴν Θεϲϲαλονικέων, γένοϲ δὲ ἦν αὐτοῦ ἐπίϲημον. τούτῳ θεῖοϲ ἔρωϲ ὑπειϲ- ῆλθεν καταλεῖψαι πατρίδα καὶ λαμπρότητα γένουϲ καὶ πλοῦτον ἄπειρον καὶ ἀϲπάϲαϲθαι τὸν μονήρη βίον, καὶ. πλεύϲαϲ ἐκ τῆϲ Θεϲϲαλονικέων καταλαμβάνει τὴν Αἴγυ- πτον. εὐθέωϲ δὲ ὥρμηϲεν ἐπὶ τὴν Ϲκῆτιν καὶ ἀξιοῦται μετ’ ὀλίγαϲ ἡμέραϲ τοῦ τιμίου προϲχήματοϲ. καὶ ϲυν- διατρίψαϲ ἐκεῖ τοῖϲ ἁγίοιϲ πατράϲιν πενταετῆ χρόνον, πάλιν ἄλλοϲ θεῖοϲ ἔρωϲ αὐτῷ ὑπειϲῆλθεν προϲκυνῆϲαι τοὺϲ ἁγίουϲ καὶ ϲεβαϲμίουϲ τοῦ θεοῦ τόπουϲ, καὶ γενό- μενοϲ ἐκεῖϲε καὶ προϲκυνήϲαϲ, ἀπελθὼν εἰϲ τὰ μέρη τοῦ Ἰορδάνου οἴκηϲεν ἐν ϲπηλαίῳ, ὁμοίωϲ κἀκεῖ διατρίψαϲ ἔτη πέντε μετὰ πολλῆϲ κακουχίαϲ. ἐκ δὲ τῆϲ πολλῆϲ ξηρότητοϲ καὶ ἀνωμαλίαϲ τῶν τόπων ἐκείνων περιέπεϲεν μεγάλῃ νόϲῳ. ὁρῶν δὲ αὑτὸν ἐν ἐϲχάτῳ κινδύνῳ κατ’ οἰκονομίαν παρακαλεῖ τινα τῶν γνωρίμων ἀναλαβεῖν αὐτὸν εἰϲ τὰ Ἱεροϲόλυμα· τὸ δὲ πάθοϲ ἦν ἥπατοϲ ϲκί- ρωμα μετὰ πυρετοῦ ϲυνεχοῦϲ λεπτοτάτου. τοῦ γοῦν τοιούτου πάθουϲ ἐπικρατοῦντοϲ καὶ νύττοντοϲ ἀπαύϲτωϲ τὰ ἐνδόϲθια καὶ τοῦ ϲώματοϲ τηκομένου αὐτὸϲ οὐκ ἐπαύετο καθ’ ἡμέραν περιερχόμενοϲ τοὺϲ ἁγίουϲ τό- πουϲ κεκυφὼϲ καὶ μὴ ἰϲχύων ἀνορθῶϲαι τὴν αὐτοῦ ἡλι- κίαν, ἀλλὰ ῥάβδῳ ἐπερειδόμενοϲ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
