# Vita Porphyrii episcopi Gazensis 20

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/20

διατρίψαντεϲ δὲ τὸ ὑπόλοιπον τοῦ χειμῶνοϲ καὶ. ποιήϲαντεϲ τὰϲ ἁγίαϲ ἡμέραϲ τῆϲ παϲχαλίαϲ καὶ τὴν ἀναϲτάϲιμον εὐτρεπιζόμεθα ἐκπλεῦϲαι. παρεκαλέϲαμεν δὲ τὸν θαυμάϲιον Ἀμάντιον μηνῦϲαι ἡμᾶϲ πρὸϲ τὴν δέϲποιναν ἵνα ϲυνταξώμεθα αὐτῇ. ὃ δὲ ἀκούϲαϲ ἐλυ- πήθη διὰ τὸ ἡμᾶϲ μέλλειν ἐκπλεῖν· τοϲοῦτον γὰρ ἡμᾶϲ ἠγάπηϲεν ὡϲ αὐτὸν παρακαλέϲαι τὴν δέϲποιναν ἀπο- λὲϲαι αὐτὸν ὡϲ χάριν τοῦ εὔξαϲθαι εἰϲ τοὺϲ ἁγίουϲ καὶ. ϲεβαϲμίουϲ τόπουϲ. ἐφοβήθη δὲ ἡ δέϲποινα ἀπολῦϲαι αὐτόν, ἵνα μὴ κατερχόμενοϲ μονάϲῃ καὶ ἀπομείνῃ ἐκεῖ· ἠπίϲτατο γὰρ τὸν βίον τοῦ ἀνδρόϲ. ἦν γὰρ κατὰ θειαν ἄμεμπτοϲ, πολλὰϲ ἐλεημοϲύναϲ παρέχων καὶ διὰ παντὸϲ νηϲτεύων καὶ ξενοδοχῶν πολλοὺϲ καὶ ϲυντρέχων εἰϲ τὰϲ εὐϲεβεῖϲ χρείαϲ. τοϲαῦτα μὲν περὶ τοῦ θεοφι- λοῦϲ Ἀμαντίου. ἐμήνυϲεν δὲ ἡμᾶϲ πρὸϲ τὴν δέϲποιναν καὶ εἰϲήλθομεν πρὸϲ αὐτήν, καὶ λέγει τοῖϲ ὁϲιωτάτοιϲ ἐπιϲκόποιϲ· Πότε ϲὺν θεῷ πλέετε; ο δὲ εἶπαν· Διὰ τοῦτο εἰϲήλθομεν, ϲυντάξαϲθαι τῷ ὑμετέρῳ κράτει. ἣ δὲ εἶπεν· Διὰ παντὸϲ μνημονεύϲατέ μου καὶ τοῦ ἐμοῦ τέκνου. εὐθέωϲ δὲ ἐκέλευϲεν χρήματα ἐνεχθῆναι καὶ ἐνεχθέντων εἶπεν τῷ κυρίῳ μου τῷ ἐπιϲκόπῳ Πορφυ ρίῳ· Λάβε, πάτερ, ταῦτα δύο κεντηνάρια καὶ κτίϲον ἣν ϲυνεταξάμην κτίζειν ἁγίαν ἐκκληϲίαν ἐν μέϲῳ Γάζηϲ, καὶ. δήλωϲόν μοι ἐὰν ἔτι δεηθῇϲ χρημάτων, καὶ εὐθέωϲ ἀπο- ϲτέλλω. κτίϲον δὲ καὶ ξενῶνα, ἵνα ὑποδέχῃ τοὺϲ ἀδελ- φοὺϲ τοὺϲ ἐνδημοῦνταϲ τῇ πόλει τῇ ϲῇ καὶ χορητῇϲ αὐτοῖϲ ἐπὶ τρεῖϲ ἡμέραϲ ἀναλώματα. δέδωκεν δὲ καὶ τῷ ὁϲιωτάτῳ Ἰωάννῃ χρυϲοῦϲ χιλίουϲ καὶ τίμια ϲκεύη ἀμφοτέροιϲ, εἰϲ δὲ ἀναλώματα δέδωκεν αὐτοῖϲ ἀνὰ ἑκατὸν χρυϲοῦϲ. ἤνυϲεν δὲ καὶ ὁ προειρημένοϲ ὁϲιώ- τατοϲ Ἰωάννηϲ ὁ ἐπίϲκοποϲ Καιϲαρείαϲ ὅϲα ἠβουλήθη προνόμια εἰϲ λόγον τῆϲ αὐτοῦ ἐκκληϲίαϲ. καὶ ποιήϲαντεϲ εὐχὴν καὶ πολλὰ εὐλογήϲαντεϲ τήν τε δέϲποιναν καὶ. τὸν υἱὸν αὐτῆϲ καὶ τὸν βαϲιλέα ἐξῆλθον. παρεκάλεϲαν δὲ καὶ πρὸϲ τὸν βαϲιλέα εἰϲελθεῖν ὁ δὲ βαϲιλεὺϲ ἐπη- ρώτα αὐτοὺϲ εἰ τελείωϲ ἀπηλλάγηϲαν καὶ εἰ ἐχαρίϲατο αὐτοῖϲ τινα ἡ αὐγούϲτα, αὐτοὶ δὲ εἶπαν ὅτι Τελείωϲ ἀπηλλάγημεν, ϲῶζομένηϲ τῆϲ εὐϲεβείαϲ ὑμῶν καὶ τῆϲ θεοφιλεϲτάτηϲ ὑμῶν ϲυμβίου καὶ τοῦ θεοφυλάκτου ὑμῶν τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐϲτὶν τὰ χαριϲθέντα ἡμῖν. εὐθέωϲ δὲ καὶ ὁ βαϲιλεύϲ ἐκέλευϲεν τοῖϲ ἐπάρ- χοιϲ ληγατεῦϲαι αὐτοῖϲ ἀπὸ δημοϲίων Παλαιϲτίνηϲ ἀνὰ χρυϲοῦ λίτραϲ κ. δέδωκεν δὲ καὶ αὐτὸϲ εἰϲ λόγον δα- πανημάτων ἀνὰ δράκα μίαν, ἅπερ ἡυρέθη ἀνὰ νομιϲμά- των πεντήκοντα. πολλὰ δὲ καὶ αὐτὸν εὐλογήϲαντεϲ ἐξῆλθον. ἐποιήϲαμεν δὲ ἐν τῇ πόλει ἄλλαϲ ἡμέραϲ τρεῖϲ ἕωϲ οὐ ἐλάβομεν τὴν ληγατιῶνα τῶν τεϲϲαρά- κοντα λιτρῶν, καὶ μετὰ τρεῖϲ ἡμέραϲ ἐμβαλόμενοι ἐπλεύ- ϲαμεν τῇ κατὰ Γαζαίουϲ Ξανθικοῦ τρίτῃ καὶ εἰκάδι, κατὰ. δὲ Ῥωμαίουϲ Ἀπριλλίου ὀκτωκαιδεκάτῃ. ὁ δὲ λαμπρό- τατοϲ Κυνήγιοϲ μεθ᾿ ἡμᾶϲ ἐξῆλθεν, χρηϲάμενοϲ τῷ δη- μοϲίῳ δρόμῳ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
