# Vita Porphyrii episcopi Gazensis 22.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/22.1

ὡϲ δὲ ἀπέβημεν, γνόντεϲ οἱ ἐκεῖϲε Χριϲτιανοὶ ἐδέξαντο ἡμᾶϲ μετὰ ψαλμῳδίαϲ, ὁμοίωϲ δὲ καὶ 〈οἱ〉 ἀπὸ τῆϲ πόλεωϲ ὡϲ ἤκουϲαν ὑπήντηϲαν ἡμῖν ἔχοντεϲ τὸ ϲημεῖον τοῦ τιμίου ϲταυροῦ καὶ αὐτοὶ ψάλλοντεϲ. ϲυνε- μίγηϲαν δὲ οἱ τῶν δύο τόπων καὶ ἐγένοντο οὐκ ὀλίγοϲ λαόϲ· πλείουϲ γὰρ ἦϲαν οἱ ἀπὸ τῆϲ παραλίου διὰ τὸ πολλοὺϲ ἔχειν Αἰγυπτίουϲ ἐμπόρουϲ οἴνων. οἱ δὲ τῆϲ εἰδωλομανίαϲ ὁρῶντεϲ τὰ γινόμενα ἐπρίοντο, οὐδὲν δὲ ἐτόλμων ποιῆϲαι, ἐπειδὴ ἤκουϲαν πόϲην τιμὴν εἶχον οἱ ὁϲιώτατοι ἐπίϲκοποι παρὰ τῶν βαϲιλέων καὶ ὅτι τὰ εἴδωλο ἤμελλον καταϲτρέφεϲθαι, καὶ ἦϲαν ἐν πολλῇ φροντίδι καὶ ἀθυμίᾳ. ὡϲ δὲ εἰϲήλθομεν εἰϲ τὴν πόλιν περὶ τὸ καλούμενον τετράμφοδον, ϲτήλη ἵϲτατο ἀπὸ μαρμάρου ἣν ἔλεγον εἶναι Ἀφροδίτηϲ· ἦν δὲ ἐπάνω βωμοῦ λιθίνου, ὑπῆρχεν δὲ τὸ ἐκτύπωμα τῆϲ ϲτήληϲ γυναικὸϲ γυμνῆϲ ἐχούϲηϲ ὅλα τὰ ἄϲχημα αὐτῆϲ φαινό- μενα. ἐτίμων δὲ τὴν ϲτήλην πάντεϲ οἱ ἀπὸ τῆϲ πόλεωϲ, μάλιϲτα αἱ γυναῖκεϲ λύχνουϲ ἅπτουϲαι καὶ λίβανον θυ- μιῶϲαι. ἐφήμιζον γὰρ περὶ αὐτῆϲ ὅτι χρηματίζει κατ’ ὄναρ ταῖϲ βουλομέναιϲ προϲομιλῆϲαι γάμῳ, ἠπάτων δὲ ἀλλήλαϲ ψευδόμεναι. ἐπῖτραπέντεϲ δὲ παρὰ τοῦ δαί- μονοϲ πολλάκιϲ χάριν ϲυναλλαγῆϲ γάμου τοϲοῦτον ἀπέ- τυχον ὥϲτε καὶ εἰϲ διαζύγια αὐτοὺϲ ἐλθεῖν ἢ κακῶϲ ϲυνοικῆϲαι. ταῦτα δὲ ἔγνωμεν ἐκ τῶν ἀποϲτραφέντων τὴν πλάνην καὶ ἐπιγνόντων τὴν ἀλήθειαν· ἀλλὰ καί τινεϲ τῶν εἰδωλολατρῶν, μὴ φέροντεϲ τὰϲ ϲυμφορὰϲ τῶν χαλεπῶν ϲυνοικεϲίων ὧν ἐπετράπηϲαν κατὰ κέλευϲιν τοῦ δαίμονοϲ τῆϲ Ἀφροδίτηϲ, ἀγανακτοῦντεϲ ἐξωμολο- γήϲαντο τὴν ἀπάτην. καὶ γὰρ τοιοῦτοι τυγχάνουϲιν οἱ. δαίμονεϲ εἰϲ τὸ ἀπατᾶν καὶ μηδὲν ὅλωϲ ἀληθὲϲ λέγειν· οὔτε γὰρ ἔνεϲτιν αὐτοῖϲ τὸ βέβαιον εἰδέναι, ἀλλ’ ἐξ εἰκότων φαντάζειν τοὺϲ καταδεδουλωμένουϲ αὐτοῖϲ προϲ- ποιοῦνται. πῶϲ γὰρ δύνανται ἀληθεύειν οἱ τῆϲ ἀλη- θείαϲ ἐκπεπτωκότεϲ; εἰ δὲ καὶ ἐπιτύχωϲιν εἴϲ τινα μαν- τευόμενοι, ἀπὸ ϲυμβάντοϲ τοῦτο γίνεται, ὥϲπερ καὶ ἐπὶ τῶν ἀνθρώπων ϲυμβαίνει πολλάκιϲ τινὰ προειπεῖν ἕνεκεν πράγματοϲ καὶ ἀπὸ ϲυμβάντοϲ γενέϲθαι. εἰϲ τὰϲ οὖν ἐπιτυχίαϲ τὰϲ ϲπανίωϲ γινομέναϲ ἀπὸ ϲυμβάντοϲ θαυ- μάζομεν, τὰϲ δὲ ἀποτυχίαϲ τὰϲ ϲυνεχῶϲ γινομέναϲ ϲιω- πῶμεν. τοϲαῦτα μὲν περὶ δαιμόνων καὶ τῆϲ πλάνηϲ αὐτῶν. ἐκπλευϲάντων δὲ ἡμῶν εἰϲ τὴν πόλιν, καθὼϲ εἴρηται, ὡϲ ἐφθάϲαμεν τὸν τόπον ἐν ῷ ὑπῆρχεν τὸ εἰρημένον εἶδωλον τῆϲ Ἀφροδίτηϲ (ἐβάϲταζον δὲ Χρι- ϲτιανοὶ τὸ τίμιον ξύλον τοῦ Χριϲτοῦ, τουτέϲτιν τὸν τύπον τοῦ ϲταυροῦ), ἑωρακὼϲ ὁ ἐνοικῶν δαίμων ἐν τῇ ϲτήλῃ, μὴ φέρων ἰδεῖν τὸ φερόμενον ϲημεῖον, ἐξελθὼν ἐκ τοῦ μαρμάρου μετὰ ἀταξίαϲ πολλῆϲ ἔρριψεν αὐτὴν τὴν ϲτήλην καὶ ϲυνέκλαϲεν αὐτὴν εἰϲ πολλὰ κλάϲματα. ἔτυχεν δὲ δύο ἄνδραϲ τῶν εἰδωλολατρῶν παρίϲταϲθαι τῷ βωμῷ ἐν ῷ ἵϲτατο ἡ ϲτήλη, καὶ ϲυμπεϲοῦϲα τοῦ μὲν τὴν κεφαλὴν ἐδιχοτόμηϲεν, τοῦ δὲ τὸν ὦμον καὶ τὸν καρπὸν κατέκλαϲεν· ἵϲταντο γὰρ ἀμφότεροι ζοντεϲ τὸν ἅγιον λαόν. πολλοὶ δὲ τῶν Ἐλλήνων θεαϲά μένοι τὸ ϲημεῖον τὸ γενόμενον ἐπίϲτευϲαν καὶ ϲυμμ γέντεϲ τοῖϲ λαϊκοῖϲ ϲυνειϲῆλθον αὐτοῖϲ εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν τὴν ἐπώνυμον Εἰρήνην. ἐγένετο δὲ χαρὰ μεγάλη τοῖϲ Χριϲτιανοῖϲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τρεῖϲ τρόπουϲ· κατὰ πρώτην τάξιν ὅτι ἀπέλαβον τὸν ἱερέα ὑγιαίνοντα καὶ καταθυμίωϲ πράξαντα, κατὰ δὲ τὴν δευ- τέραν ὅτι ϲυνετρίβηϲαν οἱ θεοὶ τῶν ἐθνῶν καὶ ἐγένοντο ὡϲεὶ κονιορτὸϲ διαϲκορπιζόμενοϲ ἀπὸ ἅλωνοϲ θερινῆϲ, ἀλλὰ καὶ οἱ ὅμοιοι αὐτῶν ϲυγκεκλαϲμένοι ἐγένοντο πεποιθότεϲ ἐπ’ αὐτοῖϲ, κατὰ τὴν τρίτην δὲ τὴν μείζονα τῶν ἄλλων ὅτι καὶ ἐϲώθηϲαν ψυχαὶ πλανώμεναι καὶ προϲετέθηϲαν τῇ τοῦ Χριϲτοῦ ποίμνῃ. ϲφραγίϲαϲ δὲ αὐτοὺϲ ὁ ἐπίϲκοποϲ ἀπέλυϲεν μετ’ εἰρήνηϲ, παραγγείλαϲ αὐτοῖϲ ϲχολάζειν ταῖϲ ἁγίαιϲ προϲευχαῖϲ. ἦϲαν δὲ τὸν ἀριθμὸν ἄνδρεϲ τριάκοντα δύο καὶ γυναῖκεϲ ἑπτά. ποιή- ϲαϲ δὲ ὁ ἀρχιεπίϲκοποϲ Ἰωάννηϲ ἄλλαϲ δύο ἡμέραϲ ἐν τῇ Γάζη ἐξῆλθεν ἐπὶ Καιϲάρειαν, πάντων τῶν Χριϲτια- νῶν καὶ τοῦ ὁϲίου ἐπιϲκόπου ἀποκαταϲτηϲάντων αὐτὸν ἕωϲ δύο μιλίων.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
