# Vita Porphyrii episcopi Gazensis 23

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/23

μετὰ δὲ δεκάτην ἡμέραν κατέλαβεν ὁ θαυμάϲιοϲ Κυνήγιοϲ, ἔχων μεθ’ ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν ϲτρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. προέγνω- ϲαν δὲ πολλοὶ τῶν εἰδωλολατρῶν καὶ ἐξῆλθον τῆϲ πό- λεωϲ, οἳ μὲν εἰϲ κώμαϲ, ἄλλοι δὲ εἰϲ ἑτέραϲ πόλειϲ· ἦϲαν δὲ οἱ πλείουϲ τῶν πλουϲίων τῆϲ πόλεωϲ. ἐμητά- τευϲεν δὲ τοὺϲ οἴκουϲ τῶν φυγόντων ὁ εἰρημένοϲ Κυνή- γιοϲ. τῇ δὲ ἑξῆϲ προϲκαλεϲάμενοϲ τοὺϲ τῆϲ πόλεωϲ παρόντων τοῦ τε δουκὸϲ καὶ τοῦ ὑπατικοῦ ἐνεφάνιεεν αὐτοῖϲ τὰ βαϲιλικὰ γράμματα τὰ παρακελευόμενα ὥϲτε καταϲτραφῆναι τὰ εἴδωλα καὶ τὰ εἰδωλεῖα καὶ πυρὶ. παραδοθῆναι. εὐθέωϲ δὲ ἀκούϲαντεϲ οἱ εἰδωλολάτραι οἴμωξαν μεγάλῃ τῇ φωνῇ, ὥϲτε τοὺϲ ἄρχονταϲ ἀγανα- κτῆϲαι καὶ μετὰ ἀπειλῆϲ ἐπιπέμψαι αὐτοῖϲ ϲτρατιώταϲ τύπτονταϲ αὐτούϲ ῥάβδοιϲ καὶ ϲκυτάλαιϲ. οἱ δὲ Χρι- ϲτιανοὶ μετὰ χαρᾶϲ μεγάληϲ ἀνευφήμουν τούϲ βαϲιλεῖϲ καὶ τοὺϲ ἄρχονταϲ. εὐθέωϲ δὲ ὥρμηϲαν μετὰ τῶν ἀρ- χόντων καὶ τῶν ταγμάτων καὶ κατέϲτρεψαν τὰ εἰδω- λεῖα Γάζηϲ. ἦϲαν δὲ ἐν τῇ πόλει ναοὶ εἰδώλων δημόϲιοι ὀκτώ, τοῦ τε Ἡλίου καὶ τῆϲ Ἀφροδίτηϲ καὶ τοῦ Ἀπόλ- λωνοϲ καὶ τῆϲ Γόρηϲ καὶ τῆϲ Ἑκάτηϲ καὶ τὸ λεγόμενον Ἡρωεῖον καὶ τῆϲ Τύχηϲ τῆϲ πόλεωϲ, δ ἐκάλουν Τυχαῖον, καὶ τὸ Μαρνεῖον, ὃ ἔλεγον εἶναι τοῦ Κρηταγενοῦϲ Διόϲ, ὃ ἐνόμιζον εἶναι ἐνδοξότερον πάντων τῶν ἱερῶν τῶν ἁπανταχοῦ. ἦϲαν δὲ καὶ ἄλλα πλεῖϲτα εἴδωλα ἐν ταῖϲ οἰκίαιϲ καὶ ἐν ταῖϲ κώμαιϲ, ἅτινα οὐδεὶϲ ἠδύνατο καθυ- ποβαλεῖν ἀριθμῷ· οἱ γὰρ δαίμονεϲ δραξάμενοι τῆϲ προαιρέϲεωϲ τῶν Γαζαίων, ὡϲ εἰϲὶν εὐμετάγωγοι, ἐπλή- ρωϲαν τῆϲ πλάνηϲ πᾶϲαν αὐτῶν τὴν πόλιν καὶ περιοι- κίδα. τοῦτο δὲ ὑπομένουϲιν ἀπὸ πολλῆϲ ἁπλότητοϲ. διὸ μεταφερόμενοι εἰϲ τὴν ἁγίαν πίϲτιν Χριϲτιανοὶ ζηλωταὶ γίνονται. τοϲαῦτα μὲν περὶ τῶν Γαζαίων. ἐπιτραπέντεϲ οὖν οἱ ϲτρατιῶται μετὰ τῶν Χριϲτιανῶν τῆϲ πόλεωϲ καὶ τοῦ θαλαττίου αὐτῆϲ μέρουϲ ὥρμηϲαν ἐπὶ τὰ εἴ- δωλα καὶ πρῶτον βουληθέντεϲ καταϲτρέψαι [τὰ εἴδωλα καὶ] τὸ Μαρνεῖον ἀνεκρούϲθηϲαν· οἱ γὰρ ἱερεῖϲ τοῦ εἰδώλου ἐκείνου προακούϲαντεϲ ἔϲωθεν τὰϲ θύραϲ τοῦ ἐνδοτέρου ναοῦ λίθοιϲ μεγάλοιϲ προέφραξαν καὶ κατ- αγαγόντεϲ εἰϲ τὰ λεγόμενα ἄδυτα ὅϲα ἦν τῷ ἱερῷ τίμια ϲκεύη, ἔτι δὲ καὶ αὐτὰ τὰ ζῴδια τῶν θεῶν αὐτῶν ἐκεῖ ἔκρυψαν καὶ διὰ τῶν αὐτῶν ἀδύτων ἔφυγον δι’ ἄλλων ἀνόδων· ἔλεγον γὰρ τὰ εἰρημένα ἄδυτα ἔχειν πολλὸϲ ἀνόδουϲ εἰϲ διαφόρουϲ τόπουϲ. ἀνακρουϲθέντεϲ οὖν, καθὼϲ προεῖπον, ἐτράπηϲαν ἐπὶ τὰ ἄλλα εἰδωλεῖα καὶ τὰ μὲν κατέϲτρεψαν, τὰ δὲ πυρὶ παρέδωκαν, ὰρπάϲαντεϲ πάντα τὰ ἐν αὐτοῖϲ ϲκεύη τίμια. ἦν δὲ ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ ἀναθεματίϲαϲ ἐν τῇ ἐκκληϲίᾳ πάντα Χριϲτια- νὸν πολίτην λαμβάνοντά τί ποτε ἐκ τῶν εἰδωλείων εἰϲ ἰδίον κέρδοϲ· οὐδεὶϲ οὖν τῶν πολιτῶν πιϲτῶν ἐλάμβα- νεν οὐδέν, εἰ μὴ οἱ ϲτρατιῶται καὶ οἱ παρεπίδημοι ἐκεῖϲε εὑρεθέντεϲ. περιῆγον οὖν μετὰ τῶν λαικῶν ἄνδρεϲ εὐ- λαβεῖϲ τοῦ κλήρου καὶ αὐτὸϲ ὁ ὅϲιοϲ ἐπίϲκοποϲ Πορ- φύριοϲ ἀνακόπτοντεϲ αὐτούϲ μηδὲν ϲφετερίϲαϲθαι.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
