# Vita Porphyrii episcopi Gazensis 24.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/24.1

ἐποίηϲαν δὲ ἡμέραϲ δέκα καταϲτρέφοντεϲ τούϲ ναούϲ τῶν εἰδώλων, μετὰ δὲ τὰϲ εἰρημέναϲ ἡμέραϲ ἐβουλεύ- ϲαντο καὶ περὶ τοῦ Μαρνείου πῶϲ αὐτῷ χρήϲονται. οἳ μὲν γὰρ ἔλεγον καταϲκαφῆναι αὐτό, ἄλλοι δὲ κατα- καῆναι, ἄλλοι δὲ καθαριϲθῆναι τὸν τόπον καὶ ἁγιαϲθῆ- ναι εἰϲ ἐκκληϲίαν θεοῦ, καὶ ἦν πολλὴ περὶ τούτου ἡ ϲκέψιϲ. τέλοϲ δὲ ὁ ἐν ἁγίοιϲ ἐπίϲκοποϲ κηρύϲϲει νηϲτείαν τῷ λαῷ καὶ δέηϲιν, ἵνα ἀποκαλύψῃ αὐτοῖϲ ὁ κύριοϲ πῶϲ δεῖ αὐτοὺϲ χρήϲαϲθαι, καὶ νηϲτεύϲαντεϲ ἐν τῇ ἡμέρῳ. ἐκείνῃ καὶ δεηθέντεϲ τοῦ θεοῦ περὶ τούτου ἑϲπέραϲ ἐπετέλεϲαν τὴν ἁγίαν ϲύναξιν. τῆϲ δὲ ϲυνάξεωϲ ἐπιτε- λουμένηϲ παιδίον ὡϲ ἑπτὰ ἐνιαυτῶν ἱϲτάμενον μετὰ τῆϲ ἰδίαϲ μητρὸϲ ἄφνω ἀνέκραξεν λέγον· Καύϲατε τὸν ναὸν τὸν ἔνδον ἕωϲ ἐδάφουϲ· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιϲτα αἱ ἀνθρώπων θυϲίαι. τοιούτῳ δὲ τρόπῳ καύϲατε αὐτόν. ἀγάγετε ὑγρὰν πίϲϲαν 〈καὶ〉 θεῖον καὶ ϲτέαρ χοίρειον καὶ μίξατε τὰ τρία καὶ χρίϲατε τὰϲ χαλ- κᾶϲ θύραϲ καὶ ἐπ’ αὐτὰϲ τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτωϲ πᾶϲ ὁ ναὸϲ καίεται· ἄλλωϲ γὰρ οὐκ ἔϲτιν δυνατόν. τὸν δὲ ἐξώτερον ἐάϲατε ϲὺν τῷ περιβόλῳ. καὶ μετὰ τὸ καῆναι καθάραντεϲ τὸν τόπον ἐκεῖ κτίϲατε ἁγίαν ἐκκληϲίαν. ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμῖν ἐνώ πιον τοῦ θεοῦ, ἄλλωϲ μὴ γένηται· οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ’ ὁ Χριϲτὸϲ ὁ ἐν ἐμοί [λαλῶν]· ταῦτα δὲ ἔλεγεν τῇ Σύρων φωνῇ. ὡϲ δὲ ἤκουϲαν πάντεϲ ἐθαύ- μαζον καὶ ἐδόξαζον τὸν θεόν. ἦλθεν δὲ τὸ θαῦμα τοῦτο καὶ εἰϲ τὰϲ τοῦ ὁϲίου ἐπιϲκόπου ἀκοάϲ, καὶ ἀνατείναϲ τὰϲ χεῖραϲ αὐτοῦ εἰϲ τὸν οὐρανὸν ἐδόξαϲεν τὸν θεὸν καὶ εἶπεν· Δόξα ϲοι, πάτερ ἅγιε, ὅτι ἀπέκρυψαϲ ἀπὸ ϲοφῶν καὶ ϲυνετῶν καὶ ταῦτα ἀπεκάλυψαϲ νηπίοιϲ. ἐπέτρεψεν δὲ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ μετὰ τὴν ἀπόλυϲιν τῆϲ ἐκκληϲίαϲ εὑρεθῆναι ἐν τῷ ἐπιϲκοπείῳ, καὶ ἀποχωρίϲαϲ τὸ παιδίον εἶπεν τῇ γυναικί· Ὁρκίζω ϲε κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντοϲ εἰπεῖν εἰ καθ’ ὑποβολὴν ϲὴν ἢ ἄλλου τινὸϲ γινωϲκούϲηϲ ϲου αὐτὸν τὸ παιδίον τὸ ϲὸν ἐφθέγξατο ἐκεῖνα ἃ εἶπεν περὶ τοῦ Μαρνείου. ἡ δὲ γυνὴ εἶπεν Παραδίδωμι ἐμαυτὴν τῷ φοβερῷ καὶ φρικτῷ βήματι τοῦ Χριϲτοῦ, εἰ προέγνων τί ποτε ὧν ἐφθέγξατο ὁ υἱόϲ μου ἐν ταύτῃ τῇ ἡμέρῳ. ἀλλ’ εἰ δοκεῖ ϲοι, ἰδοὺ τὸ παιδίον λαβὼν μετὰ ἀπειλῆϲ ἐξέταϲον αὐτό, καὶ ἐὰν καθ’ ὑποβολήν τινοϲ ταῦτα ἐλά- ληϲεν, φόβῳ ὁμολογεῖ, εἰ δὲ μηδὲν ἄλλο λαλήϲει, δῆλόν ἐϲτιν ὅτι ὑπὸ πνεύματοϲ ἁγίου ἐνεπνεύϲθη. ἀκούϲαϲ δὲ ὁ ἐπίϲκοποϲ τὸν λόγον τῆϲ γυναικὸϲ καὶ ἐπαινέϲαϲ εἶπεν ἀποχωριϲθῆναι αὐτὴν πρὸϲ βραχὺ καὶ τὸ παιδίον εἰϲενεχθῆναι, καὶ ϲταθέντοϲ τοῦ παιδίου εἶπεν αὐτῷ· Τίϲ ϲοι ὑπέβαλεν φθέγξαϲθαι ἐν τῇ ἐκκληϲίᾳ ἐκεῖνα ἃ ἐλάληϲαϲ χάριν τοῦ Μαρνείου; τὸ δὲ παιδίον ἐϲιώπα. ἐπέτρεψεν δὲ ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ μάϲτιγα ἐνεχθῆναι καὶ ἀναταθῆναι τὸ παιδίον πρὸϲ τὸ φοβηθῆναι αὐτό. ὁ δὲ τὴν μάϲτιγα κατέχων μετὰ φωνῆϲ ἀνέκραξεν λέ- γων· Τίϲ ϲοι εἶπεν λαλῆϲαι; εἰπέ, ἵνα μὴ τῇ μάϲτιγι. πληγῇϲ. ὁ δὲ παῖϲ ἐνεὸϲ ἵϲτατο μηδὲν φθεγγόμενοϲ. τότε ἡμεῖϲ οἱ περὶ αὐτὸν τὰ αὐτὰ αὐτῷ ἐλέγομεν μετὰ ἀπειλῆϲ· ὃ δὲ ἦν ἀκίνητοϲ. τέλοϲ μετὰ τὸ παύϲαϲθαι. πάνταϲ ἀνοίξαϲ τὸ ϲτόμα αὐτοῦ ὁ παῖϲ εἶπεν τῇ Ἑλ- ληνικῇ διαλέκτῳ· Καύϲατε τὸν ναὸν τὸν ἔνδον ἕωϲ ἐδάφουϲ· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιϲτα αἱ ἀνθρώπων θυϲίαι. τοιούτῳ δὲ τρόπῳ καύϲατε αὐτόν. ἀγάγετε ὑγρὰν πίϲϲαν καὶ θεῖον καὶ ϲτέαρ χοί- ρειον καὶ μίξατε τὰ τρία καὶ χρίϲατε τὰϲ χαλκᾶϲ θύραϲ καὶ ἐπ’ αὐτὰϲ πῦρ ἐπιβάλετε, καὶ οὕτωϲ ὁ ναὸϲ καίε- ται· ἄλλωϲ γὰρ οὐκ ἔϲτιν δυνατὸν γενέϲθαι. τὸν δὲ ἐξώτερον ἐάϲατε ϲὺν τῷ περιβόλῳ. καὶ μετὰ τὸ καῆναι καθάραντεϲ τὸν τόπον ἐκεῖ κτίϲατε ἁγίαν ἐκκληϲίαν. μαρτύρομαι ὑμῖν πάλιν ἐνώπιον τοῦ θεοῦ, ἄλλωϲ μὴ γένηται. οὐ γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ’ ὁ Χριϲτὸϲ ὁ ἐν ἐμοί. ἐθαύμαϲεν δὲ ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ Πορφύ- ριοϲ καὶ πάντεϲ οἱ ϲὺν αὐτῷ ἀκούϲαντεϲ τῆϲ παρρηϲίαϲ τοῦ παιδὸϲ καὶ πῶϲ εὐδιαιρέτωϲ ὡμίληϲεν, προϲκαλεϲά- μενοϲ τὴν αὐτοῦ μητέρα ἐπηρώτηϲεν αὐτὴν εἰ ἠπίϲτατο αὐτὴ ἢ ὁ αὐτῆϲ υἱὸϲ τὴν Ἑλληνικὴν γλῶϲϲαν· ἣ δὲ διεβεβαιοῦτο ὅρκοιϲ μηδὲ αὐτὴν μηδὲ τὸ αὐτῆϲ τέκνον εἰδέναι Ἐξλληνιϲτί. ἀκούϲαϲ πάλιν ὁ ὁϲιώτατοϲ Πορφύ ριοϲ ἐδόξαϲεν τὸν θεὸν καὶ ἀναγαγὼν τρία νομίϲματα δέδωκεν τῇ γυναικί. ὁ δὲ παῖϲ θεαϲάμενοϲ τὰ νομίϲματα ἐν τῇ χειρὶ τῆϲ αὐτοῦ μητρὸϲ ἀνεβόηϲεν λέγων τῇ Ϲυριακῇ γλώϲϲῃ· Μὴ λάβῃϲ, μῆτερ, μὴ καὶ ϲὺ πωλή- ϲῃϲ τὴν δωρεὰν τοῦ θεοῦ χρυϲίῳ. πάλιν δὲ ἀκοῦ ϲαντεϲ ὑπερεθαυμάϲαμεν. ἡ δὲ γυνὴ ἀνέδωκεν τὰ τρία νομίϲματα εἰποῦϲα τῷ ἐπιϲκόπῳ· Εὖξαι ὑπὲρ ἐμοῦ καὶ τοῦ ἐμοῦ τέκνου καὶ παράθου ἡμᾶϲ τῷ θεῷ. ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ ἀπέλυϲεν αὐτοὺϲ μετ’ εἰρήνηϲ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
