# Vita Porphyrii episcopi Gazensis 3.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/3.1

κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ϲυνέβη κἀμὲ ἐκ τῆϲ Ἀϲίαϲ καταπλεῦϲαι χάριν τοῦ προϲκυνῆϲαι τοὺϲ ϲεβα- ϲμίουϲ τόπουϲ, καὶ γενόμενοϲ ἐν αὐτοῖϲ διέτριψα πολὺν χρόνον, τρεφόμενοϲ ἐκ τοῦ ἐμοῦ ἐργοχείρου· εἶχον γὰρ τὴν τοῦ καλλιγράφου τέχνην. θεωρῶν δὲ τὸν ὅϲιον πορευόμενον ϲυνεχῶϲ εἰϲ τὴν τοῦ Χριϲτοῦ Ἀνάϲταϲιν καὶ εἰϲ τὰ ἄλλα εὐκτήρια ἐθαύμαζον, ὅτι ἐν τοϲαύτῃ ἀϲθενείᾳ ϲώματοϲ οὐκ ὀκνεῖ οὕτωϲ ϲκύλλεϲθαι. ἐν μιῇ δὲ τῶν ἡμερῶν ϲυναντήϲαϲ αὐτῷ ἐν τοῖϲ ἀναβαθμοῖϲ τοῦ μαρτυρίου τοῦ κτιϲθέντοϲ ὑπὸ τοῦ μακαρίου Κων- ϲταντίνου τοῦ βαϲιλέωϲ μὴ δυνάμενον τῷ ποδὶ πρὸ- βῆναι, διαδραμὼν δὲ καὶ προτείναϲ αὐτῷ τὴν ἐμὴν χεῖρα παρεκάλουν αὐτὸν ταύτῃ ἐπερείδεϲθαι καὶ ἀναβαίνειν τοὺϲ ἀναβαθμούϲ. ὃ δὲ οὐκ ἤθελεν λέγων· Οὐκ ἔϲτιν δίκαιον | ἐμὲ τὸν πορευόμενον αἰτῆϲαι ϲυγχώρηϲιν ἁμαρ- τιῶν ἐπερείδεϲθαι χερϲὶν ἄλλου· ἀλλ’ ἔαϲον, ἀδελφέ, τὸν θεὸν ἰδεῖν τὸν κόπον μου, ἵνα κατὰ τὴν ἄφατον αὐτοῦ εὐϲπλαγχνίαν κἀμὲ ἐλεήϲῃ. ἐπορεύετο οὖν καὶ. τῶν θείων λογίων ἠκροᾶτο τοῖϲ διδαϲκάλοιϲ ὑποτιθεὶϲ τὰ ὦτα, καὶ τῆϲ μυϲτικῆϲ τραπέζηϲ ἀεὶ μεταλαμβάνων ἐπανήρχετο εἰϲ τὸ καταγώγιον τὸ αὐτοῦ. ὁποῖον μὲν βίον ἔζη δῆλον ἦν. τοῦ γὰρ πάθουϲ τοϲοῦτον κατε- φρόνει ὡϲ νομίζειν αὐτὸν ἐν ἀλλοτρίῳ ϲώματι τὴν νόϲον ἔχειν· ἡ γὰρ τοῦ θεοῦ ἐλπὶϲ ταύτην ἐξ αὐτοῦ ἀπεφόρτου. τοῦτο δὲ μόνον οὖ ἐλύπει καὶ ἔδακνεν τὸ διαμεῖναι τὴν περιουϲίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν λόγον διαπραθῆναι καὶ διανεμηθῆναι τοῖϲ πτωχοῖϲ. αἴτιον δὲ τούτου τοῦ ἐμποδιϲμοῦ γέγονεν τὸ εἶναι τοὺϲ ἀδελφοὺϲ αὐτοῦ παῖδαϲ τυγχάνονταϲ ἡνίκα ἐξεδήμηϲεν τῆϲ ἰδίαϲ πατρίδοϲ. ἀνιώμενοϲ οὖν ἐπὶ τούτῳ αἰτεῖ με ἤδη ϲυνήθη αὐτῷ ὄντα (ἐξυπηρετούμην γὰρ αὐτῷ διὰ τὴν αὐτοῦ ἀϲθένειαν) πλεῦϲαι εἰϲ Θεϲϲαλονίκην καὶ δια- νεῖμαι τὴν οὐϲίαν μετὰ τῶν αὐτοῦ ἀδελφῶν, καὶ δούϲ μοι βιβλίον ἐντολῆϲ καὶ παραθέμενόϲ με τῷ κυρίῳ ἀπέ- λυϲεν, παραϲχὼν ἐλάχιϲτα δαπανήματα· οὔτε γὰρ ἠυπόρει. τότε. εὐθέωϲ κατελθὼν εἰϲ Ἀϲκάλωνα καὶ εὑρὼν πλοῖον ἀνήχθην καὶ δι’ ἡμερῶν δέκα τριῶν εὐπλοήϲαντεϲ ἐγε- νόμεθα εἰϲ Θεϲϲαλονίκην καὶ ἐμφανίϲαϲ τὴν ἔγγραφον ἐντολὴν διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελ- φῶν. διαπέπρακα δὲ αὐτοῖϲ τὰ λαχόντα μοι κτήματα χρυϲῶν τριϲχιλίων, τὰ δὲ ἐϲθήματα καὶ ἀργυρώματα ἤγαγον μεθ᾿ ἑαυτοῦ καὶ ἄλλουϲ χρυϲοῦϲ χιλίουϲ τετρα- κοϲίουϲ, καὶ ϲυναγαγὼν πάντα διὰ μηνῶν τριῶν ἐπανέ- πλευϲα φθάϲαϲ δι᾿ ἡμερῶν δέκα δύο εἰϲ τὸ ἐμπόριον Ἀϲκάλωνοϲ, κἀκεῖθεν μιϲθωϲάμενοϲ κτήνη καὶ ταῦτα φορτώϲαϲ ἀνῆλθον εἰϲ τὴν ἁγίαν πόλιν. εὐθέωϲ δὲ ὡϲ ἐθεάϲατό με ὁ τριϲμακάριοϲ, περιεπτύξατό με μετὰ χαρᾶϲ καὶ δακρύων (δύναται καὶ χαρὰ κινῆϲαι δάκρυον), ἐγὼ δὲ αὐτὸν οὐκ ἔγνων· εἶχεν γὰρ τὸ ϲῶμα ἐρρωμένον ϲφόδρα καὶ τὴν ὄψιν ἐρυθράν. ἀνεκύλιον δὲ τοὺϲ ἐμοὺϲ ὀφθαλμοὺϲ πυκνῶϲ αὐτῷ ἐνορῶν, αὐτὸϲ δὲ νοήϲαϲ καὶ ὑπομειδιάϲαϲ χαριέντωϲ ἔφη· Μὴ θαυμάϲῃϲ, ἀδελφὲ Μάρκε, ὁρῶν με ὑγιῆ καὶ ἐρρωμένον, ἀλλὰ μάθε τὴν αἰτίαν τῆϲ ὑγείαϲ καὶ τότε ὑπερθαύμαϲον τὴν ἄφατον φιλανθρωπίαν τοῦ Χριϲτοῦ, πῶϲ τὰ ἀπηλπιϲμένα τοῖϲ ἀνθρώποιϲ παῤ αὐτῷ εὐδιόρθωτα τυγχάνει. ἐγὼ δὲ παρεκάλουν αὐτὸν εἰπεῖν μοι τὴν αἰτίαν τῆϲ ὑγείαϲ καὶ πῶϲ τοιοῦτο πάθοϲ περιέγραψεν. ὃ δέ μοι ἀπεκρί- νατο· Πρὸ ἡμερῶν περί που τεϲϲαράκοντα ἐμοῦ ὄντοϲ ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ κυριακῆϲ κατέϲχεν με ἄφατοϲ ὀδύνη τοῦ ἥπατοϲ, καὶ μὴ φέρων τὴν ἀλγηδόνα ἀπελ- θὼν | ἀνεκλίθην πληϲίον τοῦ ἁγίου κρανίου κεὶ ἐκ τῆϲ πολλῆϲ ὀδύνηϲ ἐγενόμην ὡϲ ἐν ἐκϲτάϲει, καὶ ὁρῶ τὸν ϲωτῆρα καθηλωμένον ἐν ϲταυρῷ καὶ ἕνα τῶν λῃϲτῶν ϲὺν αὐτῷ κρεμάμενον ἐν ἄλλῳ ϲταυρῷ, καὶ ἄρχο κράζειν καὶ λέγειν τὴν φωνὴν τοῦ λῃϲτοῦ· ῾ μνήϲθητί μου, κύριε, ὅταν ἔλθῃϲ ἐν τῇ βαϲιλείᾳ ϲου’. καὶ ἀπο- κριθεὶϲ ὁ ϲωτὴρ λέγει τῷ κρεμαμένῳ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῷϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. καὶ κατελθὼν ὁ λῃϲτὴϲ ἐκ τοῦ ϲταυροῦ περιέλαβέν με καὶ κατεφίληϲεν καὶ προτείναϲ τὴν δεξιὰν ἀνέϲτηϲέν με λέγων Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτόν, καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τὸ ξύλον τοῦτο καὶ φύλαξον· καὶ λαβὼν τὸ αὐτὸ τίμιον ξύλον καὶ βαϲτάϲαϲ εὐθέωϲ ἦλθον εἰϲ ἐμαυτὸν ἀπὸ τῆϲ ἐκϲτάϲεωϲ, καὶ ἐξ αὐτῆϲ τῆϲ ὥραϲ οὐκέτι μοι ὀδύνη ἐγένετο, οὐδὲ ὁ τόποϲ τοῦ πάθουϲ δῆλόϲ ἐϲτιν. ἐγῶ δὲ ταῦτα ἀκούϲαϲ ὑπερεθαύμαϲα καὶ ἐδόξαϲα τὸν θεὸν τὸν ἀεὶ ἔλεοϲ ποιοῦντα τοῖϲ ἐπικαλουμένοιϲ αὐτόν, πολλῷ δὲ πλέον τοῖϲ γνηϲίωϲ καὶ εἰλικρινῶϲ δεομένοιϲ αὐτοῦ.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
