# Vita Porphyrii episcopi Gazensis 30

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/30

ἡ δὲ οἰκοδομὴ προέκοπτεν καθ’ ἡμέραν, πάντων προθύμωϲ καὶ ϲπουδαίωϲ ἐργαζομένων· οὔτε γὰρ ἦν ὁ ἀποϲτερούμενοϲ τὸν μιϲθὸν αὐτοῦ, ἀλλὰ καὶ περιϲϲὸν παρ- εῖχεν φιλοτιμούμενοϲ τούϲ ἐργαζομένουϲ· ἔλεγεν γάρ· Δίκαιόν ἐϲτιν ἵνα μὴ λάβῃ κατάραν ἀλλ’ εὐλογίαν τὸ πᾶν ἔργον τῆϲ οἰκοδομῆϲ. τῷ δὲ ἑξῆϲ ἐνιαυτῷ πέμ- πει ἡ βαϲίλιϲϲα Εὐδοξία τοὺϲ ϲτύλουϲ οὓϲ ἐπηγγείλατο, θαυμαϲτοὺϲ ὄνταϲ καὶ μεγάλουϲ, τὸν ἀριθμὸν τριάκοντα δύο (καλοῦνται δὲ Καρύϲτιοι), οἵτινέϲ εἰϲιν ἐν τῇ ἁγίᾳ ἐκκληϲίᾳ ϲμαράγδων δίκην λάμποντεϲ. καταπλευϲάντων δὲ αὐτῶν πάλιν ἐδείχθη ἡ ϲπουδὴ καὶ προθυμία τοῦ φιλοχρίϲτου λαοῦ· πάντεϲ γὰρ ἀκούϲαντεϲ εὐθέωϲ ἔδρα- μον ἐπὶ τὸν αἰγιαλόν, οὐ μόνον δὲ ἄνδρεϲ, ἀλλὰ καὶ γυναῖκεϲ καὶ παῖδεϲ καὶ γέροντεϲ (πάνταϲ γὰρ ὁ πόθοϲ τῆϲ πίϲτεωϲ ἐνεδυνάμου), καὶ ἀγαγόντεϲ ἁμάξαϲ ἐπι- θέντεϲ ἕκαϲτον ϲτύλον εἷλκον καὶ ἀπετίθεντο ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ καὶ πάλιν ὑπέϲτρεφον καὶ διεκόμιζον ἕτερον ἕωϲ οὗ ὅλουϲ διεκόμιζον. καὶ ταῦτα μὲν περὶ. τούτων.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
