# Vita Porphyrii episcopi Gazensis 31.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/31.1

κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπεδήμηϲεν τῇ πόλει γυνή τιϲ Ἀντιόχιϲϲα καλουμένη Ἰουλία, ἥτιϲ ὑπῆρχεν τῆϲ μυϲαρᾶϲ αἱρέϲεωϲ τῶν λεγομένων Μανιχαίων, καὶ. γνοῦϲά τιναϲ νεοφωτίϲτουϲ εἶναι καὶ μήπω ἐϲτηριγμέ- νουϲ ἐν τῇ ἁγίᾳ πίϲτει ὑπειϲελθοῦϲα ὑπέφθειρεν αὐτοὺϲ διὰ τῆϲ γοητικῆϲ αὐτῆϲ διδαϲκαλίαϲ, πολλὰ δὲ πλέον διὰ δόϲεωϲ χρημάτων. ὁ γὰρ ἐφευρὼν τὴν εἰρημένην ἄθεον αἵρεϲιν οὐκ ἄλλωϲ ἠδυνήθη δελεάϲαι τινὰϲ εἰ μὴ διὰ τῆϲ παροχῆϲ τῶν χρημάτων. καὶ γὰρ τὸ μάθημα αὐτῶν τοῖϲ γε νοῦν ἔχουϲιν πεπλήρωται πάϲηϲ βλαϲφημίαϲ καὶ. καταγνώϲεωϲ καὶ γραώδων μύθων ἐφελκομένων γυναι κάρια καὶ παιδιώδειϲ ἄνδραϲ κοῦφον ἔχονταϲ τόν τε λογιϲμὸν καὶ τὴν διάνοιαν. ἐκ διαφόρων γὰρ αἱρέϲεων καὶ δογμάτων Ἐλληνικῶν ϲυνέϲτηϲαν ταύτην αὐτῶν τὴν κακοδοξίαν, βουλόμενοι πανούργωϲ καὶ δολίωϲ πάνταϲ προϲλαβέϲθαι. θεοὺϲ γὰρ πολλοὺϲ λέγουϲιν, ἵνα Ἕλληϲιν ἀρέϲωϲιν, ἔτι δὲ καὶ γένεϲιν καὶ εἱμαρμένην καὶ ἀϲτρο- λογίαν φάϲκουϲιν, ἵνα ἀδεῶϲ ἁμαρτάνωϲιν, ὡϲ μὴ ὄντοϲ ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ’ ἐξ ἀνάγκηϲ τῆϲ εἱμαρμέ- νηϲ. ὁμολογοῦϲιν δὲ καὶ Χριϲτόν, δοκήϲει γὰρ αὐτὸν λέγουϲιν ἐνανθρωπῆϲαι· καὶ αὐτοὶ γὰρ δοκήϲει λέγονται Χριϲτιανοί. τὰ γὰρ γέλωτοϲ καὶ δυϲφημίαϲ ἄξια παρα- λιμπάνω, ἵνα μὴ πληρώϲω τὰϲ ἀκοὰϲ τῶν ἐντυγχα- νόντων ἤχουϲ βαρυτάτου καὶ τερατολογίαϲ. τὰ γὰρ Φιλιϲτίωνοϲ τοῦ ϲκηνικοῦ καὶ Ἡϲιόδου καὶ ἄλλων λεγο- μένων φιλοϲόφων ϲυμμίξαντεϲ τοῖϲ τῶν Χριϲτιανῶν τὴν ἑαυτῶν αἵρεϲιν ϲυνεϲτήϲαντο. ὥϲπερ γὰρ ζωγρά- φοϲ ἐκ διαφόρων χρωμάτων μίξιν ποιῶν ἀποτελεῖ δο- κήϲει ἄνθρωπον ἢ θηρίον ἢ ἄλλο τι πρὸϲ ἀπάτην τῶν θεωρούντων, ἵνα δόξῃ τοῖϲ μὲν μώροιϲ καὶ ἀνοήτοιϲ ἀληθῆ τυγχάνειν, τοῖϲ δὲ νοῦν ἔχουϲι ϲκϲιὰ καὶ ἀπάτη καὶ ἐπίνοια ἀνθρωπίνη, οὕτωϲ καὶ οἱ Μανιχαῖοι ἐκ δια- φόρων δογμάτων ἀντλήϲαντεϲ ἀπετέλεϲαν τὴν αὐτῶν κακοδοξίαν, μᾶλλον δὲ ἐκ διαφόρων ἑρπετῶν τὸν ἰὸν ϲυναγαγόντεϲ καὶ μίξαντεϲ θανατηφόρον φάρμακον κατε- ϲκεύαϲαν πρὸϲ ἀναίρεϲιν ἀνθρωπίνων ψυχῶν. ὡϲ δὲ προείρηται ἐνδημηϲάϲηϲ τῆϲ λοιμοφόρου γυναικόϲ, τινὲϲ τῇ ἀπατώδει αὐτῆϲ διδαϲκαλίᾳ ϲυναπήχθηϲαν. μεθ’ἡμέραϲ δέ τιναϲ γνοὺϲ παρά τινων πιϲτῶν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ μεταπεμψάμενοϲ αὐτὴν ἐπηρώτα,τίϲκαὶ πόθεν ὑπῆρχεν καὶ. ποίαν δόξαν ἐπιφέρεται. ἣ δὲ καὶ τὴν πατρίδα καὶ ὅτι Μανιχαία ἐτύγχανεν ὡμολόγηϲεν. τῶν δὲ περὶ αὐτὸν ὀργῇ κινηθέντων (ἦϲαν γὰρ παρ’ αὐτῷ τινεϲ εὐλαβεῖϲ) παρεκάλει ὁ μακάριοϲ αὐτοὺϲ μὴ θυμοῦϲθαι ἀλλὰ μεθ’ ὑπομονῆϲ παραινέϲαι καὶ ἅπαξ καὶ δίϲ, φυλάττων τὸ ῥητὸν τοῦ ἁγίου ἀποϲτόλου. εἶτα λέγει τῇ γυναικί· Ἀπόϲχου, ἀδελφῇ, ταύτηϲ τῆϲ κακοδοξίαϲ· ϲατανικὴ γὰρ τυγχάνε. ἢ δὲ ἀπεκρίνατο· Λέγε καὶ ἄκουε, καὶ ἢ πεί- θειϲ ἢ πείθῃ. ὁ δὲ μακάριοϲ εἶπεν· Εὐτρεπίζου εἰϲ τὴν αὔριον καὶ παραγένου ἐνταῦθα. ἣ δὲ ϲυνταξαμένη ἐξῆλθεν. ὁ δὲ μακάριοϲ νηϲτεύϲαϲ καὶ πολλὰ δεηθεὶϲ τοῦ Χριϲτοῦ ἵνα καταιϲχύνῃ τὸν διάβολον ἠυτρεπίϲθη εἰϲ τὴν ἑξῆϲ, προϲεκαλέϲατο δέ τιναϲ τῶν εὐλαβῶν κλη- ρικῶν τε καὶ λαϊκῶν εἰϲ τὸν διάλογον αὐτοῦ τε καὶ τῆϲ γυναικόϲ. τῇ δὲ ἐπαύριον παραγίνεται ἡ γυνή, ἔχουϲα μεθ’ ἑαυτῆϲ ἄνδραϲ δύο καὶ τοϲαύταϲ γυναῖκαϲ· ἦϲαν 〈δὲ〉 νεώτεροι καὶ εὐειδεῖϲ, ὠχροὶ δὲ οἱ πάντεϲ, ἡ δὲ Ἰουλία ἦν προβεβηκυῖα. ὅλοι δὲ ὥρμουν ἀπὸ λόγων τῆϲ κοϲμικῆϲ παιδείαϲ, πολλῷ δὲ πλέον ἡ Ἰουλία. τὸ δὲ πρόϲχημα αὐτῶν ἦν ταπεινὸν καὶ τὸ ἦθοϲ ἤπιον, τὸ δὲ δὴ λεγόμενον ἔξωθεν πρόβατα, ἔϲωθεν δὲ λύκοι ἅρπαγεϲ καὶ θηρία ἰοβόλα· πάντα γὰρ μεθ’ ὑποκρίϲεωϲ λαλοῦϲίν τε καὶ πράττουϲιν. εἶτα ἐπιτραπέντεϲ καθίϲαι τὴν ζήτηϲιν ἐποιοῦντο. ὁ δὲ ἐν ἁγίοιϲ βαϲτάζων τὰ ἅγια εὐαγγέλια καὶ ποιήϲαϲ τὴν ϲφραγῖδα τοῦ ϲταυροῦ ἐν τῷ ϲτόματι αὐτοῦ ἤρξατο ἐπερωτᾶν αὐτὴν ἐξειπεῖν τὴν δόξαν αὐτῆϲ, ἣ δὲ ἤρξατο λέγειν. ὁ δὲ ἀδελφὸϲ Κορνήλιοϲ ὁ διάκονοϲ ὁ πρὸ βραχέοϲ ὀνομαϲθείϲ, ἐπι- ϲτάμενοϲ τὰ Ἐννόμου ϲημεῖα, ἐπιτραπεὶϲ παρὰ τοῦ μα- καριωτάτου ἐπιϲκόπου πάντα τὸ λεγόμενα καὶ ἀντιτι- θέμενα ἐϲημειοῦτο, ἐμοῦ καὶ τοῦ ἀδελφοῦ Βαρωχᾶ ὑπο- μιμνηϲκόντων. τὸν δὲ διάλογον οὐκ ἔγραψα ἐν τούτῳ τῷ βιβλίῳ διὰ τὸ εἶναι μέγαν, βουλόμενοϲ ἐν ἐπιτομῇ ποιήϲαϲθαι τὴν παροῦϲαν ϲυγγραφήν, ἐν ἑτέρῳ δὲ βιβλίῳ αὐτὸν ἐξεθέμην τοῖϲ βουλομένοιϲ γνῶναι τήν τε ϲοφίαν τὴν δοθεῖϲαν παρὰ θεοῦ τῷ ὁϲιωτάτῳ Πορφυρίῳ καὶ τοὺϲ γραώδειϲ μύθουϲ οὓϲ ἐφλυάρηϲεν ἡ τερατολόγοϲ καὶ φαρ- μακὸϲ Ἰουλία. ἥντινα μετῆλθεν ἡ θεία δίκη ὀξέωϲ. μετὰ γὰρ τὸ πολλὰ καὶ ἐπὶ πλείϲταϲ ὥραϲ μυθολογῆϲαι καὶ. τὰϲ ϲυνήθειϲ βλαϲφημίαϲ εἰπεῖν εἰϲ τὸν τῶν ὅλων κύ- ριον καὶ θεὸν κινηθεὶϲ ὑπὸ τοῦ θεϊκοῦ ζήλου ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ, ὁρῶν τὸν τὰ πάντα περιέχοντα [τὰ πέρατα] τά τε ὁρατὰ καὶ τὰ ἀόρατα βλαϲφημούμενον ὑπὸ γυ- ναικὸϲ ἐνεργουμένηϲ ὑπὸ τοῦ διαβόλου καὶ ϲυγκαταβαινού- ϲηϲ τῷ ἐκείνου θελήματι, ἀπεφήνατο κατ’ αὐτῆϲ εἰπών· Ὁ θεὸϲ ὁ τὰ πάντα ποιήϲαϲ, ὁ μόνοϲ ἀίδιοϲ μήτε ἀρχὴν μήτε τέλοϲ ἔχων, ὁ ἐν τριάδι δοξαζόμενοϲ, πατάξει ϲου τὴν γλῶτταν καὶ φιμώϲει ϲου τὸ ϲτόμα, ἵνα μὴ λαλῇ δύϲφημα. εὐθέωϲ δὲ ϲὺν τῇ ἀποφάϲει καὶ ἡ τιμωρία ἐπηκολούθηϲεν· ἤρξατο γὰρ τρέμειν ἡ Ἰουλία καὶ ἀλ- λοιοῦϲθαι τὸ πρόϲωπον, καὶ μείναϲα ἐν ἐκϲτάϲει ἐπὶ ἱκανὴν ὥραν οὐκ ἐλάλει, ἀλλ’ ἦν ἄφωνοϲ καὶ ἀκίνητοϲ, τοὺϲ ὀφθαλμοὺϲ ἔχουϲα διηνοιγμένουϲ καὶ προϲέχονταϲ τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ. οἱ δὲ ϲὺν αὐτῇ θεαϲάμενοι ἃ ὑπέϲτη ἐφοβήθηϲαν ϲφόδρα, ἐψυχαγώγουν δὲ αὐτὴν καὶ ἐπῇδον εἰϲ τὸ οὖϲ αὐτῆϲ, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόαϲιϲ. ποιήϲαϲα δὲ ὥραν ἱκανὴν ἄφωνοϲ παρέδωκεν τὴν ψυχήν, ἀπελθοῦϲα εἰϲ ὅπερ ἐτίμηϲεν ϲκότοϲ, φῶϲ αὐτὸ ἡγηϲαμένη, κατὰ τὴν γραφὴν τὴν λέγουϲαν· ‘οὐαὶ τοῖϲ ποιοῦϲιν τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, τοῖϲ τιθεῖϲι τὸ ϲκότοϲ φῶϲ καὶ τὸ φῶϲ ϲκότοϲ’. ἐπέτρεψεν δὲ ὁ ἐν ἁγίοιϲ περιϲταλῆναι αὐτῆϲ τὸ ϲῶμα καὶ ταφῇ παραδοθῆναι, ἐλεήϲαϲ τὴν ἀνθρωπείαν φύϲιν· ἦν δὲ καθ’ ὑπερβολὴν εὔϲπλαγχνοϲ. ὅϲοι δὲ ἤκουϲαν τὸ γενό. μενον ὑπερεθαύμαϲαν, οὐ μόνον οἱ τῆϲ ἡμετέραϲ πίϲτεωϲ, ἀλλὰ καὶ οἱ ἀλλοεθνεῖϲ. οἱ δὲ μετ’ αὐτῆϲ δύο ἄνδρεϲ καὶ γυναῖκεϲ καὶ ὅϲοι ὑπεφθάρηϲαν παρ’ αὐτῆϲ δρα- μόντεϲ προϲέπεϲαν τοῖϲ ποϲὶν τοῦ μακαριωτάτου ἐπι- ϲκόπου λέγοντεϲ· Πεπλανήμεθα, καὶ ᾔτουν μετάνοιαν. ὁ δὲ μακάριοϲ ἐποίηϲεν πάνταϲ ἀναθεματίϲαι τὸν Μάνην τὸν ἀρχηγὸν τῆϲ αὐτῶν αρέϲεωϲ, ἐξ οὗ καὶ Μανιχαῖοι ἐκλήθηϲαν, καὶ κατηχήϲαϲ αὐτοὺϲ ἐπὶ πλείϲταϲ ἡμέραϲ προϲήγαγεν τῇ ἁγίᾳ καθολικῇ ἐκκληϲίᾳ. προφάϲει δὲ ἐκείνων καὶ ἄλλοι τῶν ἀλλοεθνῶν μετανοήϲαντεϲ ἐφω- τίϲθηϲαν.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
