# Vita Porphyrii episcopi Gazensis 34.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/34.1

μεθ’ ἡμέραϲ δὲ ὀλίγαϲ ἀνεμνήϲθη ὁ ἐν ἁγίοιϲ φύριοϲ τῆϲ ἀγαθῆϲ ἐκείνηϲ κόρηϲ τῆϲ ὑποδεξαμένηϲ ἡμᾶϲ 〈καὶ〉 μετεπέμψατο αὐτὴν δι’ ἐμοῦ· ἣη δὲ δρομαία παρ- εγένετο, ἔχουϲα καὶ ἄλλην γυναῖκα ἣν ἔλεγεν θείαν εἶναι. ευελθοῦϲαι δὲ πρὸϲ τὸν μακάριον ἐπίϲκοπον προϲέπεϲαν τοῖϲ ποϲὶν αὐτοῦ ὃϲ εὐμενῶϲ ταύταϲ ἐδέξατο ὡϲ πατὴρ φιλόϲτοργοϲ. εἶπεν δὲ τῇ κόρῃ· Ἀληθῶϲ, θύγατερ, ἐπι θυμεῖϲ γενέϲθαι Χριϲτιανή ἣ δὲ ἀποκριθεῖϲα εἶπεν· Καὶ ἤδη εἶπόν ϲοι, κύριέ μου, ὅτι ἐκ πολλοῦ ἔχω τὴν ἐπι- θυμίαν ταύτην καὶ νῦν παρήγαγον μάρτυρα τὴν ἐμὴν θείαν, ἥτιϲ καὶ αὐτὴ τῆϲ αὐτῆϲ ἐϲτιν ἐπιθυμίαϲ. ὃ δὲ πριχαρὴϲ γενόμενοϲ εἶπεν αὐτῇ Ἀνδρίζου καὶ ἴϲχυε, ηέκνον. καὶ προϲκαλεϲάμενοϲ τὸν οἰκονόμον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ἐπέτρεψεν αὐτῷ παρέχειν αὐτῇ τε καὶ τῇ αὐτῆϲ μάμμῃ ἀργυρίου μιλιαρήϲια τέϲϲαρα καθ’ ἑκάϲτην ἡμέραν, τῇ δὲ αὐτῆϲ θείᾳ ἔδωκεν νόμιϲμα ἕν, καὶ ϲφρα- γίϲαϲ αὐτὰϲ τῷ ϲημείῳ τοῦ ϲταυροῦ ἀπέλυϲεν, παραγγεί- λαϲ αὐταῖϲ ϲχολάζειν ταῖϲ εὐχαῖϲ καὶ τῇ κατηχήϲει τῶν κατηχουμένων. ἔπεμψεν δὲ καὶ εἰϲ τὸν αὐτῆϲ οἶκον τὸν θεοϲεβῆ Τιμόθεον τὸν πρεϲβύτερον καὶ κατηχητὴν καὶ ἐπέτρεψεν αὐτῷ ϲφραγίϲαι τὴν μάμμην τῆϲ κόρηϲ· ὡϲ γὰρ προεῖπον τὸ ϲῶμα εἶχεν ϲυμπεπαρμένον. καὶ κατηχη- θεῖϲαι αἱ τρεῖϲ ὀλίγον χρόνον ἠξιώθηϲαν τοῦ τιμίου βα- πτίϲματοϲ. μετὰ δὲ τὸ ἀποθέϲθαι τὸ ἅγιον ϲχῆμα προϲ- καλεϲάμενοϲ ὁ ὅϲιοϲ τὴν εἰρημένην κόρην εἶπεν αὐτῇ· Θέλειϲ ζευγνύωμέν ϲε ἀνδρὶ πρὸϲ γάμον ἔννομον καὶ. γὰρ ἔϲτιν ϲοι καιρὸϲ τοῦ ϲυμβιῶϲαι· οὔτε γὰρ ἀπηγό- ρευται τῇ ἡμετέρᾳ γραφῇ ὁ ϲεμνὸϲ γάμοϲ. ἡ δὲ κόρη ἀκούϲαϲα τὸν λόγον τοῦ ὁϲίου ἤρξατο δακρύειν καὶ λέγειν· Πάτερ ἀγαθέ, μεθ’ ὅ με ἔζευξαϲ ἀνδρὶ μεγάλῳ, ἀποζεῦξαί με θέλειϲ ἐκείνου καὶ ἐκδοῦναι ταπεινῷ καὶ μηδαμινῷ, μηδαμῶϲ, κύριέ μου, τοῦτο ποιήϲῃϲ. ὁ δὲ ἐν ἁγίοιϲ ϲυναρπαγεὶϲ εἶπεν· Καὶ τίϲ ἐϲτιν οὗτοϲ ὃν ἔζευξά ϲοι; ἣ δὲ ἀπεκρίνατο· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ ϲωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ ἀληθινόϲ μου νυμφίοϲ, οὗ οὐκ ἀποζεύγνυμαι εἰϲ τὸν αἰῶνα. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ καὶ κατανυγεὶϲ ἐδάκρυϲεν, ὥϲτε ἐκ τῆϲ πολλῆϲ κατα- νύξεωϲ περιλαβεῖν τὴν κόρην καὶ τὴν κεφαλὴν αὐτῆϲ καταφιλῆϲαι· ὄντωϲ γὰρ ἦν τελείωϲ ἀπαθὴϲ καὶ ἀπὸ πολλῆϲ εὐϲπλαγχνίαϲ ἐγγὺϲ ἔχων τὸ δάκρυον. καὶ ἡμεῖϲ δὲ οἱ περὶ αὐτὸν θεαϲάμενοι τὴν χάριν τοῦ ἁγίου πνεύ- ματοϲ τὴν δοθεῖϲαν τῇ θεοφιλεῖ κόρῃ ἐδοξάϲαμεν τὸν θεὸν τὸν δωρούμενον ϲοφίαν καὶ χάριν τοῖϲ ἐκλεκτοῖϲ αὐτοῦ. | ἀπέλυϲεν δὲ τὴν κόρην ἐν ἐκείνῃ τῇ ἡμέρῳ. ϲυνέβη δὲ ἐν αὐταῖϲ ταῖϲ ἡμέραιϲ τὴν γραῦν ἀναπαῆναι καὶ ἀπελθεῖν πρὸϲ κύριον. τότε προϲκαλεϲάμενοϲ τὴν κόρην μετεπέμψατο τὴν θεοϲεβῆ Μαναρίδα τὴν διάκονον, τὴν διερμηνευομένην καὶ αὐτὴν κατὰ μὲν τὴν Ἑλληνίδα γλῶϲϲαν Φωτεινήν, ταύτῃ παρέθετο τὴν Ϲαλαφθάν, δοὺϲ αὐτῇ τὸ κανονικὸν ϲχῆμα, καὶ παραθέμενοϲ αὐτὰϲ τῷ θεῷ ἀπέλυϲεν μετ᾿ εἰρήνηϲ. τοιαύτην δὲ ἀνεδέξατο πολι- τείαν οἵαν οὐκ ἄλλη κατ᾿ ἐκεῖνον τὸν χρόνον ἔϲχεν, καθ᾿ ἡμέραν νηϲτεύουϲα καὶ μετὰ τὴν νηϲτείαν μεταλαμβά- νουϲα ὀλίγου ἄρτου μετὰ ἁλῶν καὶ ὀϲπρίου βρεκτοῦ ἢ λεπτολαχάνου καὶ ὕδατοϲ μόνου· τοῦ γὰρ οἴνου παν- τελῶϲ οὐ μετελάμβανεν. ἐν δὲ ταῖϲ ἑορταῖϲ μετελάμ- θανεν καὶ ἐλαίου καὶ ἐλαίαϲ ἤϲθιεν, οὐδὲν δὲ ἄλλο τῶν διὰ πυρὸϲ γενομένων ἐγεύετο, ἐν δὲ τῇ τεϲϲαρακοϲτῇ τῶν νηϲτειῶν τὰϲ πάϲαϲ ἡμέραϲ διὰ δύο ἤϲθιεν βρεκτὰ ὄϲπρια ἢ λεπτολάχανα ἄνευ ἄρτου, τὴν δὲ ἁγίαν παϲχα- λίαν πᾶϲαν εἷλκεν τὴν ἑβδομάδα μηδενὸϲ μεταλαμβά- νουϲα, εἰ μὴ τῇ ἁγίᾳ πέμπτῃ μετὰ τὴν ἁγίαν κοινωνίαν ὕδατοϲ θερμοῦ. καὶ τοϲοῦτον κατέτηξεν αὐτῆϲ τὸ ϲῶμα ὡϲ νομίζειν τοὺϲ ὁρῶνταϲ αὐτὴν ϲκιὰν θεωρεῖν. ἐγέ- νετο δὲ ὑπόδειγμα καὶ ἄλλαιϲ πολλαῖϲ· ἐζήλωϲαν γὰρ τὸν βίον καὶ τὴν πολιτείαν τῆϲ ἁγίαϲ κόρηϲ Ϲαλαφθᾶϲ, ἥτιϲ ἕωϲ τοῦ νῦν δοκεῖ ζῆν· νενέκρωται γὰρ τῷ κόϲμῳ, τῷ δὲ Χριϲτῷ ζῇ καὶ ϲὺν αὐτῷ ἐϲτιν διὰ παντόϲ ἧϲ τῶν ἁγίων εὐχῶν μέροϲ ἔχωμεν. καὶ ταῦτα μὲν περὶ. τῆϲ ὁϲίαϲ κόρηϲ Ϲαλαφθᾶϲ εἰρήεθω.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
