# Vita Porphyrii episcopi Gazensis 4

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/4

ἐξ ἐκείνου δὲ περιϲϲότερον οἰκονομήθην εἰϲ τὸν ἄν- δρα (ὄντωϲ γὰρ αὐτὸν εἶχον δοῦλον θεοῦ), καὶ ἀποκατα- ϲτήϲαϲ αὐτῷ πάντα ὅϲα ἐνήνοχα ἔμεινα παρ’ αὐτῷ ἐξ- υπηρετούμενοϲ αὐτῷ καὶ ἀπολαύων τῶν πνευματικῶν αὐτοῦ λόγων· ὄντωϲ γὰρ ἦν ἄμεμπτοϲ ἄνθρωποϲ, πρα ότατοϲ, ἐλεήμων, ἔχων καὶ τὸ διακριτικὸν τῆϲ θείαϲ γραφῆϲ καὶ διαλύων τὰ ἐν αὐτῇ διαπορούμενα εἰ καί τιϲ ἄλλοϲ (ἀλλ’ οὐδὲ τῆϲ ἔξωθεν παιδείαϲ ἦν ἄμοιροϲ), ἀπαντῶν καὶ ἀποϲτομίζων ἀνθρώπουϲ ἀπίϲτουϲ καὶ κακο- πίϲτουϲ, φιλόπτωχο, ϲυμπαθητικόϲ, ἐγγὺϲ ἔχων τὸ δά- κρυον, γέρονταϲ τιμῶν ὡϲ πατέραϲ, νεωτέρουϲ ὡϲ ἀδελ- φούϲ, παιδία ὡϲ τέκνα, ἤπιον καὶ ταπεινὸν ἔχων τὸ ἦθοϲ καὶ τὸν λόγον οὐκ ἐν προϲποιήϲει 〈ἀλλ’ ἐν πίϲτει〉 καὶ ἀληθείᾳ (οὔτε γὰρ ἦν δόλοϲ ἐν αὐτῷ), ϲωφρονέ- ϲτατοϲ ὡϲ αὐτὸν φθάϲαι τὴν τελείαν ἀπάθειαν, ἀόρ- τητοϲ, ἀμνηϲίκακοϲ, μὴ ϲυγχωρῶν τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργιϲμῷ αὐτοῦ, πάντα ἔχων τὰ πάθη νεκρὰ πλὴν τοῦ θυμοῦ ὃν ἐκίνει κατὰ τῶν ἐχθρῶν τῆϲ πίϲτεωϲ. λαβὼν δὲ παρ’ ἐμοῦ τὰ χρήματα καὶ τὰ ἄλλα ἃ ἤνεγκα καὶ πωλήϲαϲ τά τε ἐϲθήματα καὶ ποιήϲαϲ τὸ πλεῖϲτον τοῦ ἀργυρίου τίμια ϲκεύη τὰ λοιπὰ εἴϲω ὀλίγου χρόνου δέδωκεν τοῖϲ δεομένοιϲ, οὐ μόνον ἐν τῇ ἁγίᾳ πόλει, ἀλλὰ καὶ ἐν ἄλλαιϲ πόλεϲι καὶ κώμαιϲ καὶ μοναϲτηρίοιϲ, μάλιϲτα τοῖϲ οὖϲιν ἐν Αἰγύπτῳ· πολὺ γὰρ ἦν πτωχὰ τὰ ἐκεῖϲε μοναϲτήρια. ἀλλὰ καὶ τοῖϲ ξένοιϲ τοῖϲ ἐνδημοῦϲιν δεύτεροϲ Ἀβραὰμ ἐγένετο. ὅθεν καὶ βραχυτάτου χρόνου πᾶϲαν τὴν περιουϲίαν αὐτοῦ διέδωκεν, ὡϲ αὐτὸν δεη- θῆναι τῆϲ ἐφημέρου τροφῆϲ. ἐπέδωκεν οὖν ἑαυτὸν εἰϲ τὴν τοῦ ϲκυτοτόμου τέχνην, πλύνων βύρϲαϲ καὶ ῥάπτων, εἰϲ πάντα μιμηϲάμενοϲ τὸν θεῖον ἐκεῖνον ἀπόϲτολον τὸν μὴ βουληθέντα δωρεὰν φαγεῖν ἄρτον, καίτοι δυνάμενοϲ ἐξ ἄλλου ἐργοχείρου τὴν τροφὴν πορίϲαϲθαι, ἀλλ’ εἰϲ πάντα ἠβουλήθη μιμητὴϲ γενέϲθαι τοῦ εἰρημένου ἀοιδί- μου ἀνδρὸϲ ἔν τε κακουχίαιϲ καὶ πόνοιϲ καὶ διωγμοῖϲ καὶ κινδύνοιϲ θαλάϲϲηϲ καὶ ἐπαναϲτάϲεϲιν ἐθνῶν. κἀγὼ δὲ παρεκάλουν αὐτὸν κοινὸν βίον ζῆν ἅμα ἐμοί (ἦν γάρ μοι καὶ περιϲϲεία ἐκ τοῦ ἐμοῦ ἐπιτηδεύματοϲ), ὃ δὲ οὐκ ἠνέϲχετο λέγων· ‘οὐδὲν εἰϲηνέγκαμεν εἰϲ τὸν κόϲμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα’. καὶ πάλιν ἔλεγεν· ‘εἴ τιϲ οὐκ ἐργάζεται, μηδὲ ἐϲθιέτω’. ἐγὼ δὲ παρρηϲιαϲθεὶϲ εἶπον πρὸϲ αὐτόν· Διὰ τί οὖν ὅτε ἠυπόρειϲ οὐκ εἰρ- γάζου οὔτε ἐμοὶ ϲυνεχώρειϲ ἐργάζεϲθαι; ὃ δέ μοι ἀπε- κρίθη· Τὸ πρότερον ὃ εἰργαζόμην μεῖζον ἦν καὶ πολυ- πλάϲιον τοῦ νῦν ἔργου· τὸ μὲν γὰρ νῦν ἕνα ἢ δεύτερον τρέφει, τὸ δὲ πρότερον μυριάδαϲ ἔτρεφεν, οὐ μόνον δὲ τὰ πλήθη ἐκεῖνα, ἀλλὰ καὶ πνευματικὴν τροφὴν τῇ ψυχῇ τῇ ἐμῇ ἐχορήγει.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
