# Vita Porphyrii episcopi Gazensis 7-2

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/7-2

ταῦτά μοι ὁ δεϲπότηϲ ἐγνώριϲε, Μάρκε· διὸ καὶ οὐ δυνατὸν ἀντιπίπτειν τῷ βουλήματι τούτου’. οὕτωϲ ἔφη καὶ τούϲ ἁγίουϲ ἀπελθόντεϲ καὶ προϲκυνήϲαντεϲ τόπουϲ, καὶ τῇ θήκῃ τὸν ϲταυρὸν ἐνθέμενοϲ ὁ Πορφύριοϲ καὶ πρὸϲ τὸν μακάριον Πραΰλιον ἀφικόμενοϲ παρατίθεται. τούτῳ τὰϲ κλεῖϲ καὶ λαβὼν εὐχὴν ὑπ’ αὐτοῦ τὸ κατα- γώγιον κατελάβομεν, καὶ μιϲθωϲάμενοι ζῷα τῇ ἑξῆϲ ἅμα τῷ ὑπηρέτῃ Βαρουχᾷ, περὶ οὗ προϊὼν ὁ λόγοϲ δι |δόξει, καί τιϲιν ἄλλοιϲ τὴν ὁδὸν ἠνύομεν καὶ τῆϲ αὔριον τὴν Καιϲάρειαν κατελάβομεν, καὶ πρόϲ τινα καταγωγὴν κατ- ελύϲαμεν. ὅπερ γνοὺϲ ὁ τὰ πάντα ϲοφὸϲ Ἰωάννηϲ ὁ ταύτηϲ ἀρχιερεὺϲ πρὸϲ δεῖπνον ἡμᾶϲ ϲυνεκάλεϲεν· ἦν δὲ ϲάββατον. καὶ δὴ πρὸϲ αὐτὸν ἀπιόντεϲ (οὐδὲ γὰρ ἐξῆν ἀντειπεῖν τῷ ἀρχιερεῖ) τὸν Βαρουχᾶν τῇ καταγωγῇ κατελίπομεν. μείναντεϲ οὖν ϲὺν αὐτῷ καὶ τὴν πάννυχον τῆϲ ἀναϲτάϲεωϲ ἐκτελέϲαντεϲ ϲύναξιν ἄμα πρωὶ τοὺϲ Γαζαίουϲ ὁ ἱεράρχηϲ ϲυγκαλεϲάμενοϲ χειροτονεῖ τὸν Πορ- φύριον καὶ τούτοιϲ ἐπίϲκοπον δίδωϲι. τὴν θείαν οὖν ἐκ- τελέϲαντεϲ λειτουργίαν καὶ μεταϲχόντεϲ ϲὺν τῷ μητρο- πολίτῃ τροφῆϲ μετὰ μίαν ἡμέραν ἐξήλθομεν καὶ τῇ αὔριον |τὴν Γάζαν εἰϲήλθομεν καὶ τὸ ἐπιϲκοπεῖον εἴδο- μεν, ὅπερ ἰρηναῖοϲ ὁ ἐπίϲκοποϲ ψκοδόμηϲε μετὰ τῆϲ ἐκκληϲίαϲ καὶ Θἰρήνην αὐτὴν ἐπωνόμαϲε. κατὰ δύο δὲ τρόπουϲ φαϲὶ τὴν ἐκκληϲίαν οὕτωϲ κεκλῆϲθαι, διά τε τὸ καλεῖϲθαι τὸν ἐπίϲκοπον ξἰρηναῖον καὶ διὰ τὸ τὸν ἐκ Μακεδονίαϲ Ἀλέξανδρον, ἡνίκα τὴν πόλιν τῶν Γαζαίων ἐπόρθηϲεν, ἐκεῦε καταπαῦϲαι τὸν πόλεμον καὶ Εξἰρήνην ὀνομάϲαι τὸν τόπον.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
