Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 8-2
Not analysed yet
κατὰ γοῦν τὸν χρόνον ἐκεῖνον ἀνομβρίαϲ (οία ϲυμ- βαίνει ταῖϲ τοῦ καιροῦ περιτροπαῖϲ ἐγγίνεϲθαι) πιεζούϲηϲ τὸν τόπον οἱ τὰ Ἐλλήνων πρεϲβεύοντεϲ τῇ τοῦ Πορ φυρίου εἰϲόδῳ τὴν αἰτίανἐπέγραφον. ἔνθεν τοι καὶ θυ- ϲίαϲ προϲῆγον ἐφ’ ὅλαιϲ ἡμέραιϲ ἑπτὰ Μάρνᾳ τῷ θεῷ αὐτῶν (οὕτωϲ γὰρ ἐκάλουν τὸν Δία) ὑετὸν ζητοῦντεϲ λαβεῖν. ἀπράκτων οὑν ἐπανιόντων αὐτῶν (οὐδὲ γὰρ δαιμόνων τοῦτο, θεοῦ δὲ πάντωϲ καὶ τῆϲ αὐτοῦ μεωϲ ἔργον) οἱ Χριϲτιανοὶ τῷ Πορφυρίῳ ϲὺν ἄμα γυναιξὶ προϲιόντεϲ καὶ τέκνοιϲ δέονται λύϲιν εὑρεῖν τοῦ τοϲού- του κακοῦ. πρωῖαϲ οὖν γενομένηϲ ἅμα παντὶ τῷ κλήρῳ καὶ τούτοιϲ αὐτοῖϲ τὴν ἀρχαίαν κατελάβομεν ἐκκληϲίαν, ἥν τὸν ἁγιώτατον ἐπίϲκοπον Ἀϲκληπᾶν, ὅϲ πολλοὺϲ καὶ μεγάλουϲ ὑπέμεινε διὰ Χριϲτὸν διωγμούϲ, οἰκοδομῆϲαι λέγεται. ἐν ἧ καὶ δεήϲειϲ πρὸϲ θεὸν ποιηϲάμενοι ἐπὶ τὸν ναὸν τοῦ ἁγίου μάρτυροϲ Πιμοθέου μετὰ λιτῆϲ καὶ ὕμνων παρεγενόμεθα. κἀν τούτῳ τὰϲ ϲυνήθειϲ εὐχὰϲ ἐκ τελέϲαντεϲ, περὶ ὥραν |ἐνάτην τῆϲ ἡμέραϲ εἰϲ τὴν πόλιν ἤλθομεν καὶ ἐπεὶ κεκλειϲμένην εὕρομεν τὴν πύλην δι’ ἧϲ εἰϲελθεῖν ἐμέλλομεν τῶν εἰδωλολατρῶν πάντωϲ ἀπο- κλειϲάντων αὐτήν, ἐμείναμεν πρὸ ταύτηϲ ἄχριϲ ὡρῶν δύο παρελεύϲεωϲ ἢ καὶ τριῶν. καὶ τότε (τίϲ ϲοῦ, Χριϲτέ μου, μὴ θαυμάϲει τὴν δύναμιν, )ἀνέμου νότου κινηθέντοϲ βιαίου βροντῶν τε καταρραγέντων καὶ ἀϲτραπῶν ἐκτρι- βέντων λάβροϲ ὑετὸϲ κατεχέθη καὶ τὴν γῆν ἐκείνην ἐμέ- θυϲεν ἅπαϲαν, ὡϲ ἐκπλαγένταϲ ἐπὶ τούτῳ τοὺϲ Ἐλληναϲ ἀνοῖξαί τε τὴν τῆϲ πόλεωϲ πύλην καὶ ‘μέγαϲ ὁ Χριϲτὸϲ’ βοῆϲαι ‘ὁ θεὸϲ τῶν Χριϲτιανῶν’, προϲτεθῆναί τε τούτῳ καί τιναϲ αὐτῶν ἄνδραϲ ὁμοῦ καὶ γυναῖκαϲ καὶ παῖδαϲ, ἑπτὰ τὸν ἀριθμὸν καὶ εἴκοϲι πρὸϲ τοῖϲ ἑκατόν, ἔτι τε κατ’ αὐτὸν δὴ τὸν καιρὸν καὶ ἑτέρουϲ τριάκοντα πρὸϲ τούτοιϲ καὶ πέντε.