# Vita Porphyrii episcopi Gazensis 8.1

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/8.1

οἱ δὲ τῆϲ εἰδωλομανίαϲ οὐκ ἐπαύοντο ἐνεδρεύοντεϲ τῷ τε μακαρίῳ καὶ τοῖϲ λοιποῖϲ Χριϲτιανοῖϲ. ὅτε γὰρ ἐδράϲϲοντο ἄρχοντοϲ Ἕλληνοϲ, ὑπειϲήρχοντο αὐτῷ, εἴτε διὰ χρημάτων εἴτε διὰ τῆϲ ἀθέου αὐτῶν θρηϲκείαϲ, κα- κῶϲαι τοὺϲ Χριϲτιανούϲ, καὶ ἐκ τούτου οὐχ ἡ τυχοῦϲα θλίψιϲ ϲυνέβαινεν τῷ μακαριωτάτῳ. ϲυνεχῶϲ οὖν νύ- κτωρ τε καὶ μεθ’ ἡμέραν ἐδέετο τοῦ φιλανθρώπου θεοῦ, ἵνα αὐτοὺϲ ἐπιϲτρέψῃ ἐκ τῆϲ πλάνηϲ εἰϲ τὴν αὐτοῦ ἀλήθειαν. ἐπειδὴ δὲ ἀνωτέρω ἐμνήϲθην τοῦ μακαρίου Βαρωχᾶ, τὰ λοιπὰ περὶ αὐτοῦ διηγήϲομαι. οὗτοϲ ἔϲχεν ζῆλον θεϊκὸν ὡϲ εἰ καί τιϲ ἄλλοϲ· πολλὰ γὰρ ὑπέμεινεν χαλεπὰ παρὰ τῶν εἰδωλολατρῶν. ποτὲ γὰρ ἀπελθόντοϲ αὐτοῦ ἕνεκα ἐκκληϲιαϲτικοῦ κανόνοϲ εἰϲ κώμην οὐκ ἄπωθεν τῆϲ πόλεωϲ, ἦν δὲ ὁ τὸν κανόνα χρεωϲτῶν εἰδωλολά|τρηϲ, ἀπαιτούμενοϲ δὲ καὶ βουλόμενοϲ διαϲῦραι εἰϲ ὑπέρθεϲιν, τοῦ θεοϲεβοῦϲ Βαρωχᾶ μὴ ἀναϲχομένου, ἐκ τούτου ἐρεϲχελίαϲ γενομένηϲ μεταξὺ αὐτῶν προϲ- καλεῖται ὁ ἀνόϲιοϲ γεωργόϲ τιναϲ ὁμοίουϲ αὐτοῦ ϲυγκω- μήταϲ, καὶ ἄρχονται τύπτειν ῥοπάλοιϲ τὸν μακάριον Βαρωχᾶν καὶ βαϲτάϲαντεϲ αὐτὸν ἡμιθανῆ ἔρριψαν ἔξω τῆϲ κώμηϲ εἰϲ τόπον ἔρημον· ἔκειτο δὲ ἐκεῖ ἄφωνοϲ καὶ ἀναίϲθητοϲ. τῇ δὲ ἄλλῃ ἡμέρᾳ κατὰ θεοῦ φιλαν- Θρωπίαν παρέρχεται διὰ τοῦ τόπου ἐκείνου Κορνήλιοϲ ὁ διάκονοϲ μετὰ ἄλλων δύο Χριϲτιανῶν, καὶ εὑρόντεϲ τὸν θεοφιλῆ Βαρωχᾶν καὶ ἐπιγνόντεϲ αὐτόν, βαϲτάϲαν- τεϲ εἰϲήγαγον εἰϲ τὴν πόλιν. ὡϲ δὲ ἐθεάϲαντο αὐτὸν οἱ τῆϲ εἰδωλομανίαϲ βαϲταζόμενον, νομίϲαντεϲ εἶναι νεκρόν, ἐτράπηϲαν εἰϲ μανίαν διὰ τὸ νομίζειν μύϲοϲ εἶναι νεκρὸν εἰϲφέρειν εἰϲ τὴν πόλιν, καὶ ἀπορρή- ξαντεϲ αὐτὸν ἐκ τῶν ὤμων τῶν βαϲταζόντων αὐτὸν ἄρχονται τύπτειν τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον καὶ τοὺϲ δύο Χριϲτιανούϲ, καὶ δήϲαντεϲ ϲχοινίῳ τὸν πόδα τοῦ μακαρίου Βαρωχᾶ εἷλκον αὐτόν. ἐν τοϲούτῳ δὲ ἀπαγγέλλουϲίν τινεϲ τῶν ἀδελφῶν τῷ μακαρίῳ ἐπι- ϲκόπῳ, καὶ θορυβηθεὶϲ προϲκαλεῖταί με καὶ ἄλλουϲ τρεῖϲ ἀδελφοὺϲ παρ’ αὐτῷ εὑρεθένταϲ καὶ λέγει ἡμῖν· Θαρ- ροῦντεϲ, ἀδελφοὶ, δράμετε· καιρὸϲ γάρ ἐϲτιν μαρτυ- ρίαϲ. ὡϲ δὲ ἐφθάϲαμεν τὸν τόπον ὅπου ἔδηϲαν τὸν μακάριον, ϲυνέδραμον οἱ ἀπὸ τοῦ πλήθουϲ, καὶ οἳ μὲν ὕβριζον τὸν ἁγιώτατον ἐπίϲκοπον, ἄλλοι δὲ ὁρῶντεϲ τὴν ὑπομονὴν αὐτοῦ, πῶϲ ὑβριζόμενοϲ οὐκ ὠργίζετο, ἀλλὰ τοὐναντίον παρεκάλει ἕκαϲτον λέγων μὴ οὕτωϲ μιᾶναι καὶ ἐνυβρίϲαι ϲῶμα ὁμοιοπαθέϲ, γίνονται τῆϲ ἡμῶν μερίδοϲ καὶ τρέπονται κατ’ ἀλλήλων ἕωϲ πληγῶν. ἡμεῖϲ δὲ θεαϲάμενοι τὴν πολλὴν ϲύγχυϲιν βαϲτάϲαντεϲ τὸν θεοφιλῆ Βαρωχᾶν ἀνεχωρήϲαμεν εἰϲ τὴν ἁγίαν ἐκ- κληϲίαν. ὡϲ δὲ ἐθεαϲάμεθα αὐτὸν ἔτι ἐμπνέοντα, ἐποι- ήϲαμεν αὐτῷ θεραπείαϲ. ἦν δὲ ὑπὲρ αὐτοῦ διὰ τῆϲ ἑϲπέραϲ καὶ τῆϲ νυκτὸϲ εὐχὴ ἐκτενήϲ· ϲυνήχθηϲαν γὰρ πάντεϲ οἱ ἀδελφοί. ὁ δὲ ὅϲιοϲ ἐπίϲκοποϲ οὐκ ἐπαύ- ϲατο δακρύων καὶ δεόμενοϲ τοῦ θεοῦ περὶ αὐτοῦ· ἠπί- ϲτατο γὰρ ὁποῖον εἶχεν ζῆλον θεϊκόν. ὡϲ δὲ εἶδεν ὁ θεὸϲ τὰ δάκρυα τοῦ ὁϲίου ἱερέωϲ καὶ τὰϲ δεήϲειϲ τοῦ λαοῦ (δεύτερον γὰρ Φινεὲϲ εἶχον αὐτὸν κατὰ τῶν εἰδωλολατρῶν), ἐτάχυνεν αὐτῷ τὸ ἔλεοϲ αὐτοῦ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἀνοίγει τούϲ ὀφθαλμοὺϲ αὐτοῦ, καὶ. ἄρχεται λαλεῖν καὶ αἰτεῖν ποτὸν δοθῆναι αὐτῷ. ἐγὼ δὲ παρακαθήμενοϲ αὐτῷ εὐθέωϲ ἔδραμον ἀπαγγεῖλαι τῷ μακαρίῳ ἐπιϲκόπῳ· ἐκ τῆϲ πολλῆϲ γὰρ χαρᾶϲ ἐληϲμό- νηϲα δοῦναι αὐτῷ ποτόν, παθὼν κἀγὼ τὸ τῆϲ παιδίϲκηϲ τῆϲ ἐπὶ τοῦ μακαρίου | Πέτρου τοῦ ἀποϲτόλου, ὅτε ἀκού- ϲαϲα τῆϲ φωνῆϲ τοῦ ἁγίου Πέτρου ἐκ τῆϲ χαρᾶϲ οὐκ ἤνοιξεν τὴν θύραν, ἀλλὰ ἐάϲαϲα αὐτὸν πρῶτον ἀνήγγειλεν τοῖϲ ἐν τῷ οἴκῳ. τοιοῦτόν τι κἀγὼ ὑπέϲτην. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ ἐπίϲκοποϲ οὐκ ἐκινήθη ὑπὸ τοῦ πάθουϲ, ἀλλ’ ἔμεινεν ἀντεχόμενοϲ τῶν προϲευχῶν, ἡμεῖϲ δὲ νοήϲαντεϲ τὸ ϲτερρὸν καὶ ἀκλινὲϲ αὐτοῦ ἐάϲαντεϲ αὐτὸν ἀπήλθο- μεν, ἐγώ τε καὶ ὁ θεοφιλὴϲ Κορνήλιοϲ ὁ διάκονοϲ· ϲὺν ἐμοὶ γὰρ παρεκάθητο τῷ μακαρίῳ Βαρωχᾷ. ὡϲ δὲ ἐπλή- ρωϲεν τὰϲ εὐχὰϲ καὶ πᾶϲαν τὴν ἀκολουθίαν ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ, καὶ αὐτὸϲ ἅμα ἡμῖν καθίϲαϲ ἐπηρώτα τὸν θεοϲεβῆ Βαρωχᾶν πῶϲ ἐξ ἀρχῆϲ ἔπαθεν, αὐτὸϲ δὲ πάντα ἡμῖν διηγήϲατο. ἐν δὲ τῷ ἡμᾶϲ βουλεύεϲθαι τί χρὴ ποιεῖν γίνεται ὄρθροϲ καὶ ἰδοὺ ὁ δημεκδικῶν μετὰ τῶν εἰρηναρχῶν καὶ τῶν δύο πρωτευόντων Τιμοθέου καὶ Ἐπιφανίου καὶ ἄλλων πολλῶν ἐλθόντεϲ ἄρχονται κατα- βοᾶν καὶ θορυβεῖν λέγοντεϲ· Διὰ τί εἰϲηγάγετε νεκρὸν ἐν τῇ πόλει τῶν νόμων τῶν πατρίων τοῦτο ἀπαγορευόν- των; ἐν ταὐτῷ δὲ καὶ ὕβριζον τὸν μακάριον ἐπίϲκοπον. ἡμεῖϲ δὲ ἀκούϲαντεϲ τοῦ θορύβου ἐξήλθομεν, καὶ ὡϲ ἐθεάϲαντο ἡμᾶϲ ἄρχονται τύπτειν ἐμὲ καὶ τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον. ὡϲ δὲ διεμαρτυράμεθα τούϲ δημοϲιεύονταϲ, ὁ ὁϲιώτατοϲ ἐπίϲκοποϲ ἐπεϲτόμιζεν ἡμᾶϲ, παρακαλῶν ἕκαϲτον καὶ νουθετῶν μὴ οὕτωϲ ἀλογίϲτωϲ ὀργίζεϲθαι. οἱ δὲ ἄθεοι ὅϲον παρεκαλοῦντο τοϲοῦτον ἐμαίνοντο καὶ ὕβριζον τὸν ὅϲιον ἄνδρα. τοῦ γοῦν θο- ρύβου ἐπιμένοντοϲ ἐνδυναμοῦται ὁ θεοφιλὴϲ Βαρωχᾶϲ καὶ ἐμπιπλᾶται θεϊκοῦ ζήλου καὶ ἀνίϲταται καὶ ἁρπάζει ξύλον καὶ ἄρχεται τύπτειν τοὺϲ παρατυγχάνονταϲ, καὶ. ἐπιπίπτει πᾶϲιν φόβοϲ καὶ ἄρχονται πίπτειν κατ’ ἀλλή- λων φεύγοντεϲ, καὶ ἐπέμενεν καταδιώκων αὐτοὺϲ ἕωϲ τοῦ τότε Μαρνείου καὶ ἐπαναλύει μετὰ νίκηϲ μεγάληϲ ὁ νέοϲ ἡμῶν Ϲαμψών, καταϲτρώϲαϲ καὶ αὐτὸϲ χιλίουϲ ἀλλο- φύλουϲ. ἐξ ἐκείνου οὖν οἱ τῆϲ εἰδωλομανίαϲ ἐφοβοῦντο αὐτόν, μὴ δυνάμενοι τοῦ ὀνόματοϲ αὐτοῦ ἀκοῦϲαι.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
