# Vita Porphyrii episcopi Gazensis 9-2

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/9-2

καταλαβόντεϲ οὖν τὸ Βυζάντιον καὶ προϲκυνήϲαντεϲ ἰωάννην τὸν Χρυϲόϲτομον καὶ διηγηϲάμενοι αὐτῷ τὰ κατ’ αὐτῶν, καὶ δι’ οὐ πάρειϲιν, παραδίδονται ὑπ’ αὐτοῦ Ἀμαντίῳ τῷ κουβικουλαρίῳ. ὅϲτιϲ ἀναδιδάξαϲ τὴν αὐ- γούϲταν τὰ περὶ ἑαυτῶν, ἐδέξατο αὐτούϲ εὔμενῶϲ καὶ ἀναφέρει τῷ βαϲιλεῖ πρὸϲ τὸ ἐκδιωχθῆναι τοὺϲ εἰδωλο- λάτραϲ. δ δὲ ἐδυϲχέραινεν διὰ τὴν πολλὴν ϲυντέλειαν τῶν δημοϲίων αὐτῶν. εἰϲελθόντων δὲ πάλιν τῶν ἐπιϲκό- πων καὶ εὐαγγελιϲαμένων τῇ αὐγούϲτᾳ περὶ τοῦ μέλ- λοντοϲ τίκτεϲθαι παιδὸϲ κατὰ τὴν προφητείαν τοῦ ὁϲίου Προκοπίου τοῦ ἡϲυχαϲτοῦ, ἡ αὐγούϲτα ἀκούϲαϲα ὑπέϲχετο πάντα πληροῦν καὶ ἐκκληϲίαν ἐγείρειν μέϲον τῆϲ αὐτῆϲ πόλεωϲΓάζηϲ. εἶτα τίκτει τὸν νέον θεοδόϲιον καὶ προϲ- καλεϲαμένη τοὺϲ ἐπιϲκόπουϲ εὐλογεῖται παρ’ αὐτῶν καὶ ὑποτίθεται αὐτοῖϲ ϲυντάξαι δέηϲιν περιέχουϲαν τὰ αἰτή- ματα αὐτῶν καὶ ἡνίκα καταξιωθῇ ὁ παῖϲ τοῦ θείcυ βαπτίϲματοϲ, ἐ|⌊ξερχομ⌉ένου τῆϲ ἐκκληϲίαϲ ἐ⌊πιδοῦν⌉αι. τὴν δέηϲιν τῷ βαϲτά⌊ζο⌉ντι αὐτόν. κἀκεῖνον διετάξατο ἡ αὐγούϲτα τὸ τί μέλλει ποιεῖν. βαπτιϲθέντοϲ δὲ αὐτοῦ καὶ ἐξερχομένου τῆϲ ἐκκληϲίαϲ πεϲόντεϲ οἱ ἐπίϲκοποι προϲεκύνηϲαν τὸν μέγαν βαϲιλέα, τὸν νέον Θεοδόϲιον, καὶ ἀπέδωκαν τὴν δέηϲιν τῷ βαϲτάζοντι αὐτόν. ὃ δὲ λύϲαϲ ἀνέγνω μικρὸν καὶ λαβόμενοϲ τῇ χειρὶ τῆϲ κεφα- λῆϲ τοῦ παιδὸϲ ἐπέκλινεν αὐτὴν ἐπὶ πάντων καί φηϲιν· Ἐκέλευϲε τὸ κράτοϲ αὐτῶν γενέϲθαι τὴν ἱκεϲίαν. ἥντινα ἱκεϲίαν ἐν τῷ παλατίῳ ὑπαντήϲαϲα ἡ αὐγούϲτα καὶ ἀϲπα- ϲαμένη τὸ βρέφοϲ καὶ τὸν βαϲιλέα ἀναγνωϲθῆναι πε- ποίηκεν. καὶ ἔφη ὁ βαϲιλεύϲ· Βαρεῖα μὲν ἡ αἶτηϲιϲ, βαρυτέρα δὲ ἡ παραίτηϲιϲ, διότι καὶ πρώτη ἐϲτὶν ἡ κέλευϲιϲ τοῦ ἡμετέρου υἱοῦ. ἡ δὲ αὐγούϲτα Εὐδοξία λέγει· Καὶ πρώτη καὶ χάριν εὐϲεβείαϲ, καὶ μάλιϲτα ὑπὸ τοιούτου προϲχήματοϲ. ἐπινεύει τότε ὁ βαϲιλεὺϲ καὶ ἐκπέμπεται θεῖον γράμμα διὰ Γυνηγίου κόμητοϲ τοῦ κωνϲιϲτωρίου, ἀνδρὸϲ θερμοῦ περὶ τὴν πίϲτιν. καὶ κομί- ζεται ὁ μακάριοϲ Πορφύριοϲ παρὰ τῆϲ αὐγούϲτηϲ κεν- τηνάρια δύο χάριν κτίϲεωϲ τῆϲ ἐκκληϲίαϲ καὶ λόγῳ δαπάνηϲ ἀνὰ ἑκατὸν νομιϲμάτων. καὶ δὴ ληγατευθέντεϲ ὅ τε ἐπίϲκοποϲ καὶ ὁ μητροπολίτηϲ ἐκ τῶν δημοϲίων Παλαιϲτίνηϲ χρυϲίου ἀνὰ λιτρῶν εἴκοϲι, ϲυνταξάμενοι ἀπέπλευϲαν.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
