# Vita Porphyrii episcopi Gazensis 9-3

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/marcus-diaconus/vita-porphyrii-episcopi-gazensis/9-3

ὅπερ ἐκμαίνεϲθαι τοὺϲ Ἐλληναϲ κατὰ τῶν πιϲτῶν ἐποίει, καὶ δὴ ποτὲ τὸν προμνημονευθέντα Βαρουχᾶν διὰ τινοϲ ἀπαίτηϲιν ἐκκληϲιαϲτικοῦ ϲιτηρεϲίου κὼμῃ παρα - βαλόντα τινὶ τοϲοῦτον τοῖϲ ῥοπάλοιϲ οἱ τῆϲ κώμηϲ ἔτυ- ψαν, ὡϲ ἡμιθανῆ γενόμενον ἔξω ταύτηϲ ῥιφῆναι. ἐπεὶ δὲ τοῦτον ὁ διάκονοϲ Γορνήλιοϲ μεθ’ ἑτέρων δύο Χρι- ϲτιανῶν παριὼν οὕτω κείμενον ἴδοι, διαβαϲτάϲαϲ ἅμα τοῦτον πρὸϲ τὴν πόλιν ἀπῆγεν. καί τινεϲ τῶν Ἐλλήνων μύϲοϲ ἡγηϲάμενοι τοῦτο (νεκρὸν γὰρ ἐνόμιζον εἶναι τὸν βαϲταζόμενον) τῇ γῇ τοῦτον κατέβαλον καὶ ϲχοῖνον ἐκ- δήϲαντεϲ τοῦ ποδὸϲ μακρὰν εἷλκον τῆϲ πόλεωϲ, πολλὰϲ ἐντείναντεϲ τοῖϲ βαϲτάζουϲι τὰϲ πληγάϲ. ὅπερ γνοὺϲ ὁ Πορφύριοϲ καὶ ϲὺν ἄλλοιϲ τιϲὶ τούτουϲ καταλαβὼν ‘μὴ οὕτω’ πρὸϲ αὐτοὺϲ ‘ὦ ἄνδρεϲ’ ἔλεγε ‘μὴ οὕτω πρὸϲ ἄν- θρωπον τὴν αὐτὴν ὑμῖν περικείμενον ϲάρκα ποιεῖτε’. καὶ οὕτω μόλιϲ αὐτῶν τοὺϲ θυμοὺϲ καταϲτείλαϲ τὸν Βαρουχᾶν ἐκέλευϲε διαβαϲταχθέντα πρὸϲ τὴν ἐκκληϲίαν ἀπενεχθῆναι. κατ’ ἐκείνην οὖν τὴν νύκτα τοῦ ἁγίου δεήϲειϲ ὑπὲρ αὐτοῦ πρὸϲ θεὸν ποιουμένου, ἐκεῖνοϲ ἀνοί- γειν ἤρξατο τοὺϲ ὀφθαλμούϲ καὶ τὰ χείλη κινεῖν καὶ ποτὸν ἐξαιτεῖν. ὄρθροϲ ἦν καὶ ἰδοὺ οἱ τῆϲ πόλεωϲ ἔξ- αρχοι τὴν ἐκκληϲίαν καταλαβόντεϲ ἄδικον’ ἐβόων ‘τὸ γε- γονόϲ, οὐχ ὅϲιον γὰρ νεκρὸν ἔξωθεν πρὸϲ τὴν πόλιν εἰϲ- άγεϲθαι’. πρὸϲ δὲ | καὶ ὕβρεϲιν τὸν ἅγιον ἔβαλλον. ἐξιόν- ταϲ οὖν ἡμᾶϲ καταϲχόντεϲ ἐκεῖνοι τύπτειν ἀφειδῶϲ ἐπεχεί- ρουν· ἐγὼ δὲ ἤμην καὶ ὁ θεοφιλὴϲ Κορνήλιοϲ. θορύβου οὖν γεγονότοϲ ὁ Βαρουχᾶϲ ζήλῳ θείῳ ῥωϲθεὶϲ διαναϲτάϲ τε καὶ ξύλου λαβόμενοϲ τοϲοῦτον ἐπέθετο τύπτων αὐ- τοὺϲ καὶ διώκων, ἕωϲ οὗ πρὸϲ τὸν τοῦ Διὸϲ ναὸν εἰϲή- γαγε φεύγονταϲ, ἄλλοϲ τιϲ Ϲαμψὼν ἐν τούτοιϲ ἀναφα- νεὶϲ γενναιότατοϲ. ὅντινα κἀμὲ μετ᾿ οὐ πολλὰϲ ἡμέραϲ τῷ τῶν διακόνων ὁ μέγαϲ τετίμηκεν ἀξιώματι.

---

Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis, ed. Societatis philologae bonnensis sodales. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2806.tlg001.local001/.
