# Μαρτύριον Περπετούας 11

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/martyrium-perpetuae-et-felcitatis/text/11

᾽Αλλά καὶ ὁ μακάριος Σάτυρος τὴν ἰδίαν ὀπτασίαν αὐτὸς δι᾽ ἑαυτοῦ συγγράψας ἐφανέρωσεν τοιαῦτα εἰρηκώς. Ἤδη, φησίν, ἦμεν ὡς πεπονθότες καὶ ἐκ τῆς σαρκὸς ἐξεληλύθειμεν, καὶ ἠρξάμεθα βαστάζεσθαι ὑπὸ τεσσάρων ἀγγέλων πρὸς ἀνατολάς, καὶ αἱ χεῖρες ἡμῶν οὐχ ἥπτοντο· ἐπορευόμεθα δὲ εἰς τὰ ἀνώτερα, καὶ οὐχ ὕπτιοι ἀλλ᾽ οἷον ὡς δι᾽ ὁμαλῆς ἀναβάσεως ἐφερόμεθα. καὶ δὴ ἐξελθόντες τὸν πρῶτον κόσμον φῶς λαμπρότατον εἴδομεν· καὶ εἶπον πρὸς τὴν Περπετούαν (πλησίον γάρ μου ἦν)· Τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἡμῶν ἐπηγγείλατο· μετειλήφαμεν τῆς ἐπαγγελίας. αἰωρουμένων δὲ ἡμῶν διὰ τῶν τεσσάρων ἀγγέλων ἐγένετο στάδιον μέγα, ὅπερ ὡσεὶ κῆπος ἦν ἔχων ῥόδου δένδρα καὶ πᾶν γένος τῶν ἀνθέων· τὸ δὲ ὕψος τῶν δένδρων ἦν ὡσεὶ κυπαρίσσου μῆκος, ἀκαταπαύστως δὲ κατεφέρετο τὰ δένδρα τὰ φύλλα αὐτῶν. ἦσαν δὲ μεθ᾽ ἡμῶν ἐν αὐτῷ τῷ κήπῳ οἱ τέσσαρες ἄγγελοι, ἀλλήλαων ἐνδοξότεροι, ὑφ’ ὧν ἐφερόμεθα· πτοουμένους δὲ ἡμᾶς καὶ θαυμάζοντας * καὶ ἀπέθηκαν, καὶ ἀνέλαβον· καὶ ὁδὸν* λαβόντες διήλθομεν τὸ στάδιον τοῖς ἡμετέροις ποσίν. ἐκεῖ εὕρομμεν ουκοῦνδον καὶ Σάτυρον καὶ Ἀρτάξιον, τοὺς ἐν αὐτῷ τῷ διωγμῷ ζῶντας κρεμασθέντας· εἴδομεν δὲ Κοΐντον τὸν μάρτυρα τὸν ἐν τῇ φυλακῇ ἀποθανόντα· ἐζητοῦμεν δὲ καὶ περὶ τῶν λοιπῶν ποῦ ἄρα εἰσίν· καὶ εἶπον οἱ ἄγγελοι πρὸς ἡμᾶς· Δεῦτε πρῶτον ἔσω ἵνα ἀσπάσησθε τὸν κύριον.

---

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, ed. J. Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2016.tlg001.local001/.
