# Μαρτύριον Περπετούας 12

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/martyrium-perpetuae-et-felcitatis/text/12

Καὶ ἤλθομεν πλησίον τοῦ τόπου ἐκείνου τοῦ ἔχοντος τοίχους ὡσανεὶ ἐκ φωτὸς ᾠκοδομημένους, καὶ πρὸ τῆς θύρας τοῦ τόπου ἐκείνου εἰσελθόντες οἱ τέσσαρες ἄγγγελοι ἐνέδυσαν ἡμᾶς λευκὰς στολάς· καὶ εἰσήλθομεν καὶ ἠκούσαμεν φωνὴν ἡνωμένην λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος, ἀκαταπαύστως. καὶ εἴδομεν ἐν μέσῳ τοῦ τόπου ἐκείνου καθεζόμενον ὡς ἄνθρωπον πολιόν· οὗ αἱ τρίχες ὅμοιαι χιόνος καὶ νεαρὸν τὸ πρόσωπον αὐτοῦ· πόδας δὲ αὐτοῦ οὐκ ἐθεασάμεθα. πρεσβύτεροι δὲ τέσσαρες ἐκ δεξιῶν καὶ τέσσαρες ἐξ εὐωνύμων ἦσαν αὐτοῦ· ὀπίσω δὲ τῶν τεσσάρων πολλοὶ πρεσβύτεροι. ὡς δὲ θαυμάζοντες εἰσεληλύθαιεν καὶ ἔστημεν ἐνώπιον τοῦ θρόνου, οἱ τέσσαρες ἄγγελοι ἐπῆραν ἡμᾶς, καὶ ἐφιλήσαμεν αὐτόν, καὶ τῇ χειρὶ περιέλαβεν τὰς ὄψεις ἡμῶν· οἱ δὲ λοιποὶ πρεσβυτεροὶ εἶπον πρὸς ἡμᾶς· Σταθῶμεν καὶ προσευξώμεθα. καὶ εἰρηνοποιήσαντες ἀπεστάλημεν ὑπὸ τῶν πρεσβυτέρων, λεγόντων· Πορεύεσθε καὶ χαίρεσθε. καὶ εἶπον· Περπετούα, ἔχεις ὃ ἐβούλου. καὶ εἶπεν· Τῷ θεῷ χάρις, ἵνα, ὡς ἐν σαρκὶ μετὰ χαρᾶς ἐγενόμην, πλείονα χαρῶ νῦν.

---

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, ed. J. Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2016.tlg001.local001/.
