# Μαρτύριον Περπετούας 13

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/martyrium-perpetuae-et-felcitatis/text/13

Ἐξήλθομεν δὲ καὶ εἴδομεν πρὸ τῶν θυρῶν Ὀπτάτον τὸν ἐπίσκοπον καὶ Ἀσπάσιον τὸν πρεσβύτερον πρὸς τὰ ἀριστερὰ μέρη διακεχαωρισμένους καὶ περιλύπους. καὶ πεσόντες πρὸς τοὺς πόδας ἡμῶν ἔφασαν ἡμῖν· Διαλλάξατε ἡμᾶς πρὸς ἀλλήλους ὅτι ἐξεληλύθατε καὶ οὕτως ἡμᾶς ἀφήκατε. καὶ εἴπαeν πρὸς αὐτούς· Οὐχὶ σὺ πάπας ἡμέτερος εἶ, καὶ σὺ πρεσβύτερος; ἵνα τί οὕτος προσεπέσατε τοῖς ἡμετέροις ποσίν; καὶ σπλαγχνισθέντες περιελάβομεν αὐτοὺς καὶ ἤρξατο ἡ Περπετούα Ἑλληνιστὶ μετ᾽ αὐτῶν ὁμιλεῖν, καὶ ἀνεχωρήσαμεν σὺν αὐτοῖς εἰς τὸν κῆπον ὑπὸ τὸ δένδρον τοῦ ῥόδου. καὶ λαλούντων αὐτῶν μεθ᾽ ἡμῶν ἀπεκρίθησαν οἱ ἄγγελοι πρὸς αὐτούς· Ἐάσατε αὐτοὺς ἀναψύξαι, καὶ εἴ τινας διχοστασίας ἔχετε μεθ᾽ ἑαυτῶν, ἄφετε ὑμεῖς ἀλλήλοις. καὶ ἐπέπληξαν αὐτοὺς καὶ εἶπαν Ὀπτάτῳ· Ἐπανόρθωσαι τὸ πλῆθός σου· οὕτω γὰρ συνέρχονται πρός σε, ὡσεὶ ἀπὸ ἱπποδρομιῶν ἐπανερχόμενοι καὶ περὶ αὐτῶν φιλονεικοῦντες. ἐνομίζομεν δὲ αὐτοὺς ὡς θέλειν ἀποκλεῖσαι τὰς πύλας. καὶ ἠρξάμεθα ἐκεῖ πολλοὺς τῶν ἀδελφῶν ἐπιγινώσκειν, ἀλλάγε καὶ τοὺς μάρτυρας· ἐτρεφόμεθα δὲ πάντες ὀσμῇ ἀνεκδιηγήτῳ ἥτις οὐκ ἐχόρταζεν ἡμᾶς· καὶ εὐθέως χαίρων ἐξνπνίσθην.

---

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, ed. J. Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2016.tlg001.local001/.
