# Μαρτύριον Περπετούας 16

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/martyrium-perpetuae-et-felcitatis/text/16

Ἡμῖν δὲ ἀναξίοις οὖσιν ἐπέτρεψεν τὸ ἅγιον πνεῦμα ἀναγράψαι τὴν τάξιν τὴν ἐπὶ ταῖς φιλοτιμίαις παρακολουθήσασαν· πλὴν ὡς ἐντάλματι τῆς μακαρίας Περπετούας μᾶλλον δὲ ὡς κελεύσματι ὑπηρετοῦντες ἀναπληροῦμεν τὸ προσταχθὲν ἡμῖν. ὡς δὲ πλείους ἡμέραι διεγίνοντο ἐν τῇ φυλακῇ ὄντων αὐτῶν, ἡ μεγαλόφρων καὶ ἀνδρεία ὡς ἀληθῶς Περπετούα, τοῦ χλιάρχου ἀπηνέστερον αὐτοῖς προσφερομένου, τινῶν πρὸς αὐτὸν ματαίως διαβεβαιωσαμένων τὸ δεῖν φοβεῖσθαι μήπως ἐπῳδαῖς μαγικαῖς τῆς φυλακῆς ὑπεξέλθωσιν, ἐνώπιον ἀπεκρίθη λέγουσα· Διατί ἡμῖν ἀναλαμβάνειν οὐκ ἐπιτρέπεις ὀνομαστοῖς καταδίκοις Καίσαρος γενεθλίοις ἀναλωθησομένοις; μὴ γὰρ οἰχὶ σὴ δόξα ἐστίν, ἐφ᾽ ὅσον πίονες προσερχόμεθα; πρὸς ταῦτα ἔφριξεν καὶ ἐδυσωπήθη ὁ χιλίαρχος, ἐκέλευσέν τε αὐτοὺς φιλανθρωπότερον διάγειν, ὡς καὶ τὸν ἀδελφὸν αὐτῆς καὶ λοιπούς τινας δεδυνῆσθαι εἰσελθεῖν καὶ ἀναλαμβάνειν μετ᾽ αὐτῶν. τότε καὶ αὐτὸς ὁ τῆς φυλακῆς προεστώς ἐπίστευσεν.

---

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, ed. J. Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2016.tlg001.local001/.
