# Μαρτύριον Περπετούας 19

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/martyrium-perpetuae-et-felcitatis/text/19

Ἀλλ᾽ ὁ εἰπών Αἰτεῖσθε καὶ λήψεσθε ἔδωκεν τοῖς αἰτήσασιν ταύτην τὴν δόξαν οἵαν ἕκαστος αὐτῶν ἐπεθύμησεν. εἴποτε γὰρ μεθ᾽ ἑαυτῶν περὶ τῆς εὐχῆς τοῦ μαρτυρίου συνελάλουν, Σατουρνῖλος μὲν πᾶσιν τοῖς θηρίοις βληθῆναι ἑαυτὸν θέλειν ἔλεγεν πάντως ἵνα ἐνδοξότερον στέφανον ἀπολάβῃ. ἐν ἀρχῇ γοῦν τῆς θεωρίας αὐτὸς μετὰ Ῥεουκάτου πάρδαλιν ὑπέμεινεν· ἀλλὰ καὶ ὕστερον ἐπὶ τῆς γεφύρας ὑπὸ ἄρκου διεσπαράχθη. Σάτυρος δὲ οὐδὲν ἄλλο ἢ ἄρκον ἀπεστρέφετο· καὶ ἑνὶ δήγματι παρδάλεως τελειοῦσθαι αὐτὸν ἐπεπόθει· ὥστε καὶ τῷ συῒ διακονούμενος ἐσύρη μόνον, σχοινίῳ προσδεθείς· ὁ δὲ θηρτὴς ὁ τῷ συῒ αὐτὸν προσβαλὼν ὑπὸ τοῦ θηρὸς κατετρώθη οὕτως ὡς μεθ᾽ ἡμέραν τῶν φιλοτιμιῶν ἀποθανεῖν. ἀλλὰ καὶ πρὸς ἄρκον διαδεθεὶς ὑγιὴς πάλιν διέμεινεν· ἐκ γὰρ τοῦ ζωγρίου αὐτῆς ἡ ἄρκος οὐκ ἐθέλησεν ἐξελθεῖν.

---

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, ed. J. Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2016.tlg001.local001/.
