# Μαρτύριον Περπετούας 21

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/martyrium-perpetuae-et-felcitatis/text/21

Καὶ ἐν ἑτέρᾳ πύλῃ ὁ Σάτυρος τῷ στρατιώτῃ Πούδεντι προσωμίλει, καθόλου λέγων ὅτι Κατὰ τὴν πρόλεξιν τὴν ἐμήν, ὡς καὶ προεῖπον, οὐδὲ ἓν θηρίων ἥψατό μου ἕως ἄρτι· ἰδοὺ δὲ νῦν, ἵνα ἐξ ὅλης καρδίας διαπιστεύσῃς, προσέρχομαι, καὶ ἐν ἑνὶ δήγματι παρδάλεως τελειοῦμαι· καὶ εὐθὺς ἐν τέλει τῆς θεωρίας πάρδαλις αὐτῷ ἐβλήθη, καὶ ἐν ἑνὶ δήγματι τοῦ αἵματος τοῦ ἁγίου ἐνεπλήσθη· τοσοῦτον αἷμα ἐρρύη, ὡς λογισθῆναι δευτέρου βαπτισμοῦ μαρτύριον· καθὼς καὶ ἐπεφώνει ὁ ὄχλος βοῶν καὶ λέγων· Καλῶς ἐλούσω, καλῶς ἐλούσω. καὶ μὴν ὑγιῆς ἦν ὁ τοιούτῳ τρόπῳ λελουμένος. τότε τῷ στρατιώτῃ Πούδεντι ἔφη· Ὑγίαινε καὶ μνημόνευε πίστεως καὶ ἐμοῦ· καὶ τὰ τοιαῦτα καὶ στερεωσάτω σε μᾶλλον ἢ ταραξάτω. καὶ δακτύλιον αἰτήσας παρ᾽ αὐτοῦ καὶ ἐνθεὶς αὐτὸ τῷ ἰδίῳ αἵματι ἔδωκεν αὐτῷ μακαρίαν κληρονομίαν, ἀφεὶς μνήμην καὶ ἐνθήκην αἵματος τηλικούτου. μετὰ ταῦτα λοιπὸν ἐμπνέων ἔτι ἀπήχθη μετὰ καὶ τῶν ἄλλων τῷ συνήθει τόπῳ· εἰς σφαγὴν δὲ ὁ ὄχλος ᾔτησεν αὐτοὺς εἰς μέσον μεταχθῆναι, ὅπως διὰ τῶν ἁγίων σωμάταων ἐλαυνόμιενον τὸ ξίφος θεάσωνται· καὶ οἱ μακάριοι μάρτυρες ἑκόντες ἠγέρθησαν· ᾖσχύνοντο γὰρ ὀλίγους μάρτυρας ἔχειν ἐπὶ τῷ μακαρίῳ θανάτῳ αὐτῶν. καὶ δὴ ἐλθόντων αὐτῶν ὅπου ὁ ὄχλος ἐβούλετο, πρῶτον κατεφίλησαν ἀλλήλους ἵνα τὸ μυστήριον διὰ τῶν οἰκείων τῆς πίστεως τελειώσωσιν· καὶ μετέπειτα ἀσμένως ὑπέμειναν τὴν διὰ τοῦ ξίφους τιμωρίαν· πολλῷ δὲ μᾶλλον ὁ Σάτυρος, ὁ δὴ πρότερος τὴν κλίμακα ἐκείνην ἀναβάς, ὃς καὶ ἔπεισεν τὴν Περπετούαν ἀναβαίνειν. ἡ δὲ Περπετούα, ἵνα καὶ αὐτὴ γεύσηται τῶν πόνων, περὶ τὰ ὀστέα νυγεῖσα ἠλάλαξεν, καὶ πεπλανημένην τὴν δεξιὰν ἀπείρου μονομάχου κρατήσασα προσήγαγεν τῇ κατακλεῖδι ἑαυτῆς· ἴσως τὴν τοσαύτην γυναῖκα τοῦ ἀκαθάρτου πνεύματος φοβουμένου καὶ φονευθῆναι μὴ βουλομένοιυ Ὦ ἀνδριώτατοι καὶ μακαριώτατοι μάρτυρες καὶ στρατιῶται ἐκλεκτοί, εἰς δόξαν Κυρίου Ἰησοῦ Χριστοῦ κεκλημένοι. πῶς μεγαλύνωμεν ὑμᾶς ἢ μακαρίσωμεν, γενναιότατοι στρατιῶται; οὐχ ἧσσον τῶν παλαιῶν γραφῶν, ἃ εἰς οἰκοδομὴν ἐκκλησίας ἀναγινώσκεσθαι ὀφείλει ἡ πανάρετος πολιτεία τῶν μακαρίων μαρτύρων * * * * * * δι᾽ ὧν δόξαν ἀναπέμπομεν τῷ πατρὶ τῶν αἰώνων, ἅμα τῷ μονογενῖ αὐτοῦ υίῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σὺν ἁγίῳ πνεύματι· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώναων. ἀμήν.

---

Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας, ed. J. Armitage Robinson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2016.tlg001.local001/.
