# Rhetorikes Epitome 623.3

Matthaeus Camariota, Rhetorikes Epitome, 623.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/matthaeus-camariota/rhetorikes-epitome/623.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/matthaeus-camariota/rhetorikes-epitome/623.3

Ἡ μετάληψις· ἄλλως, ἀλλ’ οὐχ οὕτως ἔχρην· τὸ πρὸς τι ἄμφω ἐστι, πότερον μειζόν ἀνταποδεικνύντων τὸ εὐεργέτημα, ἢ τὸ ἀδίκημα· ὁ βίαιος ὄρος ὁμοίως ἄμ- 15 φωτέρων ἐστιν· οἷον ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξέναι καὶ μάχεσθαι οὐχ ἐπεισε· διέκωσε λαθὼν μέρος τοῦ τείχους, καὶ νενικήασι μὲν ἐξελθόντες, δημοσίῳ δὲ ὑστερὸν φεύγει· ὁ βίαιος ὄρος οὖν, εἰ μηδὲ νίκη τοῦτό ἐστιν, ἀλλὰ ἅλωσις πόλεως καὶ κατασκαφή· 20 καὶ πάλιν ὑπὸ τοῦ φεύγοντος, εἰ μηδὲ διακόψαι τεῖχος τοῦτό ἐστιν, ἀλλὰ στῆσαι πεπτωχός· θέσις οὖν ἑπεται· ὅτι δεῖ τὸν στρατηγὸν πάντα, ὅν ἂν ἔχωρή τρόπον, εὖποιεῖν τὴν πόλιν, καὶ ἀκόντων ἐνίοτε τῶν πολιτῶν δι’ ἄγνοιαν τοῦ βελτίστου καὶ βλάπτειν μικρὰ ἀντὶ με- 25 γάλων. Ἡ ἑτέρα μετάληψις πάλιν τοῦ διώκοντός ἐστιν· ἔχρη τοῦτο αὐτὸν κοινῶν τῷ δήμῳ, τοῖς ταξιάρχαις, τοῖς λοχαγοῖς· ἡ ἀντίληψις, στρατηγὸς ἦν, καὶ ἐξὴν δίπουν· ἢ ὅτι πατρὶ γε ὄντι ἐξὴν μοι βουλευσασθαι περὶ τοῦ παιδός.

---

Matthaeus Camariota, Rhetorikes Epitome. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003857.
