# Rhetorikes Epitome 643.7-16

Matthaeus Camariota, Rhetorikes Epitome, 643.7 to 643.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/matthaeus-camariota/rhetorikes-epitome/643.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/matthaeus-camariota/rhetorikes-epitome/643.7

ὅν ἀπὸ τῆς αἰτίας τῶν προειρημένων ἐπενεχθέν, ἐπενθύμημα κέκληται, καὶ πάλιν ἕτερον ἀπὸ τοῦ καιροῦ· καὶ ὁ μὲν ταῦτα ἐποίει, ἐπείγοντος αὐτὸν τοῦ πολέμου, παρέργῳ χρώμενος τῷ πράγματι, ἡμεῖς δὲ ἐν ἔργῳ τοῦτο θέσθαι δυνάμεθα. Δεῖ δὲ εἰδέναι, ὡς ἡ τοῦ λόγου μεταχειρίσις ποιεῖ δοκεῖν τὸ δεύτερον εὑρεθὲν ἐνθύμημα ἐπενθύμημα εἶναι· εἴτις τὸ πρῶτον εἰπὼν καὶ παυσάμενος, εἶτα πάλιν ἐπαναλαβὼν αὐτό, συνάγμει καὶ τὸ δεύτερον, προστιθεὶς τῷ πρώτῳ, καθάπερ αὐτῷ λείποντι προσεξευρών· οἷον, καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτῆσῃ· ἡμεῖς δὲ ἵνα μὴ πλεονεκτῶμεθα. Περὶ τῶν ἀπ' ἀρχῆς ἄχρι τέλους. Τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους τὸ συνεκτικώτατον τῶν κεφαλαίων ἐστίν· ἐντεῦθεν γὰρ καὶ τὰ ἄλλα γίνεται κεφάλαια, οὐ τὴν αὐτὴν δὲ τῶν ἐπιχειρημάτων ἔχει κατα- σχεῖνν τοῖς λοιποῖς, οὐ γὰρ ἡ περίστασις αὐτὰ κατασκευάζει, ἀλλ' ὡσπερ ἴδιος ἐπιχειρημάτων τόπος ἐστὶ τῶν 1 Par. 1. ἐνθυμημάτων. scr. ἐπενθυμ. 2 Par. 1. ἐπιφθάν-

---

Matthaeus Camariota, Rhetorikes Epitome. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003857.
