Ancient Greek
Ι. Περὶ γενέσεως.
Maximus, Astrologus, Περὶ καταρχῶν (epitome) Ι. Περὶ γενέσεως.
Not analysed yet
Πῶς ὁ τεχθεὶς ἄνθρωπος αὐξιφωτούσης τῆς Σε- λήνης ἔμπρακτος ἔσται καὶ κατορθωτικὸς ὧν μετα- χειρίζεται πάντων; ἐὰν παρατηρῆται ἐν ταῖς καταρχαῖς τῶν ἑαυτοῦ ἔργων τὴν Σελήνην συνοδεύουσαν ἤτοι τῷ Διὶ ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Ἑρμῇ· ἐὰν δὲ συνοδεύῃ ἡ Σελήνη τῷ Κρόνῳ ἢ τῷ Ἄρει, μὴ καταρχέσθω ἔργου· ἀπραξία γὰρ καὶ βλάβη ἐπακολουθήσει. ἡ Σελήνη ἀποκαταστατικὴ καὶ ἀνταποκατα- στατικὴ καὶ εἰς τὰ ἑαυτῆς τετράγωνα τὰ κατὰ γέ- νεσιν ἐλθοῦσα ἄπρακτος καὶ ἐπιβλαβὴς γίνεται. ἐάν τινος γένεσιν θεάσῃ καὶ βούλῃ αἰτήσασθαι παῤ ἐκείνου χάριν, σκεψάμενος τὴν Σελήνην αὐτοῦ ἀνταποκαταστατικὴν οὖσαν, τοῦτ᾿ ἔστιν ἑαυτῇ δια- μετρήσασαν, αἴτησοι τὴν χάριν, καὶ οὐ μὴ ἀστοχήσῃς τῆς αἰτήσεως.