# Περὶ καταρχῶν (epitome) V. Περὶ γάμον.

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), V. Περὶ γάμον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/epitome/V.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%B3%CE%AC%CE%BC%CE%BF%CE%BD.

Σελήνης Τοξότῃ, Ἰχθύσιν, Ὑδροχόῳ· ὁ γήμας ὠφεληθήσεται· ἔσται γὰρ ἡ γυνὴ πραεῖα καὶ φρονίμη (59—71). Σελήνης Κριῷ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ ἀκατάστατος, παλίμβουλος, ἄστοργος, τὸν ἄνδρα καταλείπουσα (72—81). Σελήνης Γσύρῳ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ μοιχαλίς, πολύκοινος, ῥυπαρά (82— 95). Σελήνης Διδύμοις· ὁ γήμας ἐν τῇ βʹ ἡμέρᾳ χαρήσεται· ἔσται γὰρ ἡ γυνὴ οἰκουρός (96—98). Σελήνης Καρκίνῳ· οὐ δεῖ γαμεῖν· ἡ γὰρ γυνὴ ταχέως τὸν ἄνδρα καταλείψει ὑβρίζουσα (99—101). Σελήνης Λέοντι· οὐ δεῖ γαμεῖν· ἔσται γὰρ ἡ γυνὴ ὑπερήφανος, ὀργιζομένη τὸν ἄνδρα, ἀναιδής, μήτε λόγῳ μήτε ἔργῳ πειθομένη τῷ ἀνδρί, ἀλλὰ λοι- δοροῦσα καὶ ὀνειδίζουσα αὐτόν, πολλάκις δὲ καὶ τύ- πτουσα αὐτὸν καὶ τῶν τριχῶν αὐτοῦ δρασσομένη (1Ο2—112). Σελήνης Παρθένῳ· χήραν γῆμαι δεῖ, παρθένον δὲ οὐ δεῖ (113—117). Σελήνης Ζυγῷ οὔσης· ἐλευθέραν μὲν οὐ δεῖ γῆμαι, ἀλλὰ δούλην παλλακίδα μᾶλλον δεῖ· καὶ γὰρ ὁ Ζυγὸς μοιχείαν ἐπιφέρει· καὶ διὰ τοῦτο εὐαπάλλα- κτος μὲν γίνεται ἡ παλλακίς, δυσαπάλλακτος δὲ ἡ ἐλευθέρα, ὡς τὸ εἰκός (118—122). Σελήνης Σκορπίῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ παρ- θένον δεῖ γῆμαι· ἔσται γὰρ πραεῖα καὶ φρονίμη. ἐν δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ ἡμέρᾳ οὐ δεῖ γῆμαι ὅλως· μοιχευθήσεται γὰρ καὶ ὑπὸ δούλων ἡ γυνή (l23—128). Σελήνης Αἰγόκερῳ· τὸν πρωτόγαμον ἄνδρα οὐ δεῖ γῆμαι, τὸν δὲ δευτερογαμοῦντα δεῖ, καὶ μάλιστα ἐὰν ᾖ γυνὴ χήρα (129—132). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ γῆμαι (133—135). Σελήνη μετὰ ἀγαθοποιῶν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ ἀγαθὸν καὶ ὠφέλιμον ποιεῖ τὸν γάμον (136—140).

---

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg002.local001/.
