# Περὶ καταρχῶν (epitome) VI. Περὶ νόσων.

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), VI. Περὶ νόσων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/epitome/VI.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%BD%CF%8C%CF%83%CF%89%CE%BD.

Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει, ἀλλ᾿ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν, ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα- νατώδης, ἐν δὲ τῇ β΄ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή- σεται (141—161). Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί- νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ α΄ ἡμέρᾳ τοῦ Ταύρου κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ β΄ ἐλαφρότερον τὸ κακόν (162—174). Σελήνης Διδύμοις· ἐν μὲν τῇ α΄ ἡμέρᾳ ὁ κατα- κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ εἴσω γ΄ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε- λήνῃ μαρτυρήσειεν (175— 189). Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ- λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199). Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό- σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ- νῶδες (2ΟΟ—2Ο7). Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ᾿ ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι- τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ- σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ τίκτουσα εὐτοκήσει (208 — 219). Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή- σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ᾿ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228). Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν- δύνως νοσήσει (229—231). Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω- θεὶς ἐγερθήσεται (232—234). Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια- νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀκιν- δύνως ἀπαλλάξει, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἐπικινδύνως (235—245). Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι- τρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει χα- λεπῶς, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 —254). Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ- λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ ἐπισφαλεῖς καθίστανται (255—259). Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (26Ο—269). Σελήνη μετὰ οἱουδήποτε τῶν ε΄ πλανωμένων βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην καθ᾿ αὑτήν (27Ο—275).

---

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg002.local001/.
