Ancient Greek
VII. Περὶ τομῆς καὶ χειρουργίας.
Maximus, Astrologus, Περὶ καταρχῶν (epitome) VII. Περὶ τομῆς καὶ χειρουργίας.
Not analysed yet
Ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἐν Ταύρῳ ἢ Αἰγό- κερῳ ἢ ἐν Παρθένῳ βλάπτουσι τοὺς χειρουργου- μένους· διὸ ἄμεινον τότε ἡσυχίαν ἔχειν μηδὲ χειρουρ- γεῖν (276—292). Σελήνης ἐν τοῖς τροπικοῖς ζῳδίοις οὔσης οὐ δεῖ χειρουργεῖν (293—295). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ χειρουργεῖν (295—299). Ἄρης ὡροσκοπῶν ἢ συνοδεύων τῇ Σελήνῃ βλά- πτει τοὺς χειρουργουμένους· ἢ γὰρ ἐκ δευτέρου πάλιν τομὴ γενήσεται ἢ αἵματος ῥεῦσις πολλοῦ (30Ο—3Ο4). Σελήνη συνοδεύουσα Κρόνῳ βλάπτει τὰς χειρουρ- γίας· πολυχρονίως γὰρ ταλαιπωρήσει τῇ τομῇ καὶ εἰς κακὸν τέλος καταντήσει (305— 308). Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης λειψιφω- τοῦσα καὶ μᾶλλον μετὰ τὴν δευτέραν διχότομον καλὴν τὴν χειρουργίαν ποιεῖ (309—315). Ζεὺς καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἀγαθὴν τὴν χειρουργίαν ποιοῦσιν. —τὰ δὲ εἰρημένα πάντα κοινῶς δεῖ συνυπακούειν ἐπὶ πάσης χειρονργίας (316—3l9).