# Περὶ καταρχῶν (epitome) X. Περὶ γεωργίας.

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), X. Περὶ γεωργίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/epitome/X.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%B3%CE%B5%CF%89%CF%81%CE%B3%CE%AF%CE%B1%CF%82.

Σελήνης Κριῷ· συμφέρει φυτεύειν, σπείρειν, ση- κοὺς κατασκευάζειν, γῆν ἀργὴν βωλοστροφεῖν καὶ ἐξη- μεροῦν· ἔσται γὰρ ταχέως κάρπιμος (456— 470). Σελήνης Ταύρῳ· συμφέρει γεωργικὰ πράγματα πάντα ἁπλῶς πράττειν· ἐργολαβίας δὲ ἢ μισθώσεως γεωργικῖς ἐπιλαβέσθαι οὐ συμφέρει (471—475). Σελήνης Διδύμοις· κάλλιστον πάντα γεωργικὰ πράττειν, σπείρειν τε καὶ φυτεύειν (476—480). Σελήνης Καρκίνῳ· συμφέρει κήπους ἐργάζεσθαι, κατωρυγιάζειν, ἀργὴν γῆν ἡμεροῦν (481—483). Σελήνης Δέοντι· συμφέρει σπείρειν σῖτον καὶ κριθὰς μόνον, ἄλλο δὲ μηδέν (484—487). Σελήνης Παρθένῳ· συμφέρει σπείρειν παντοῖα εἴδη καὶ φυτεύειν παντοῖα φυτὰ πλὴν ἀμπέλου (488 —496). Σελήνης Ζυγῷ· συμφέρει γεωτομεῖν, σπείρειν, φυτεύειν πᾶν φυτόν (497—502). Σελήνης Σκορπίῳ· συμφέρει σπείρειν· ἔσται γὰρ πολυκαρπία. συμφέρει δὲ καὶ γεωμετρεῖν (503—508). Σελήνης Τοξότῃ· οὐ δεῖ σπείρειν τὸ οἱονοῦν σπέρμα, συμφέρει δὲ μάνδρας καὶ σηκοὺς κατασκευά- ζειν, ἔτι δὲ καὶ ἀχυρμιὰς ποιεῖν καὶ χορτοκοπεῖν καὶ τὰ τοιαῦτα (509—517). Σελήνης Αἰγόκερῳ· συμφέρει πᾶσαν ἀγέλην κτηνῶν εἰς ἕτερον τόπον μεθιστάνειν, οἷα γίνεται πολ- λάκις διαχειμάδια καὶ διάψυχρα ὕδατα ἐν θέρει (518 —522). Σελήνης Ὑδροχόῳ· συμφέρει ἀροτριᾶν, γεωμε- τρεῖν, φυτεύειν (523— 526). Σελήνης Ἰχθύσι· συμφέρει γεωργεῖν καὶ ἀμπε- λουργεῖν (527—529). Σελήνη μετὰ μὲν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμο τὰ μὲν ἀγαθὰ πάντα τὰ εἰρημένα ἐπὶ ἑκάστου τῶν ζῳδίων πολλαπλασιάζει, τὰ δὲ κακὰ μειοῖ· μετὰ δὲ Κρόνου ἢ Ἄρεως ἔμπαλιν τὰ μὲν ἀγαθὰ σμικρύνει καὶ ἀμαυροῖ, τὰ δὲ κακὰ ἐπαύξει (53Ο—543).

---

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg002.local001/.
