Ancient Greek
XI. Περὶ τῶν ἐν δεσμοῖς.
Maximus, Astrologus, Περὶ καταρχῶν (epitome) XI. Περὶ τῶν ἐν δεσμοῖς.
Not analysed yet
Σελήνης Κριῷ, Διδύμοις, Καρκίνῳ, Λέοντι· ὁ δεθεὶς πολὺν χρόνον ἔσται δεδεμένος (544—550). Σελήνης Σκορπίῳ, Τοξότῃ, Ταύρῳ, Ζυγῷ, Παρθένῳ· ὁ δεθεὶς ταχέως λυθήσεται (551—555). Σελήνης Ἰχθύσιν· ὁ δεθεὶς σχεδὸν οὐδέποτε λυθήσεται, ἀλλ᾿ ἐν τοῖς δεσμοῖς τελευτήσει ἢ μετὰ χρόνον πάνυ πολὺν λυθήσεται (556—566). Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδι- της, Ἑρμοῦ ταχέως τῶν δεσμῶν λύει, μετὰ δὲ [Κρό νου ἢ] Ἄρεως βραδέως λύει τὸν δεσμώτην ἢ καὶ μέχρι θανάτου κατέχει ἐν δεσμοῖς (561— 566).