# Περὶ καταρχῶν (epitome) XII. Περὶ κλοπῆς.

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), XII. Περὶ κλοπῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/epitome/XII.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%BA%CE%BB%CE%BF%CF%80%E1%BF%86%CF%82.

Σελήνης Κριῷ· τὸ κλαπὲν εὑρεθήσεται (567—569). Σελήνης Ταύρῳ· ἕως μὲν τῆς ι΄ μοίρας τὸ κλα- πὲν πρός τινα δυνάστην ἀπελθὸν δυσκόλως εὑρεθή- σεται· αἱ δὲ λοιπαὶ κ΄ μοῖραι τοῦ Ταύρου εὕρεσιν ὑποφαίνουσι τοῦ κλαπέντος, πλὴν εἰ μὴ Ἄρης συμ- παρῇ τῇ Σελήνῃ (57Ο—577). Σελήνης Διδύμοις· τὸ κλαπὲν εὑρεθήσεται, πλὴν μετά τινος μικρᾶς βλάβης (578—579). Σελήνης Καρκίνῳ· τὸ κλαπὲν εἰ μὲν χρυσὸς ἢ ἄργυρος εἴη εὑρεθήσεται, εἰ δέ τι ἄλλο κτῆμα οὐχ εὑρεθήσεται (58Ο—583). Σελήνης Λέοντι· τὸ κλαπὲν ἀμφισβητήσιμόν ἐστι πότερον εὑρεθήσεται ἢ οὔ (584—586). Σελήνης Παρθένῳ· τὸ κλαπὲν χρόνῳ καὶ οὐ παραυτίκα εὑρεθήσεται (586—588). Σελήνης Ζυγῷ· τὸ κλαπὲν εὑρεθήσεται (589). Σελήνης Σκορπίῳ· τὸ κλαπὲν εὑρεθήσεται (590— 591). Σελήνης Τοξότῃ· τὸ κλαπὲν οὐδέποτε εὑρεθή- σεται (591—592). Σελήνης Αἰγόκερῳ· τὸ κλαπὲν χρόνῳ καὶ βρα- δέως εὑρεθήσεται (593—595). Σελήνης Ὑδροχόῳ· τὸ κλαπὲν ἀμφίβολόν ἐστιν, εἰ ἄρα εὑρεθῇ ἢ οὔ (595—597). Σελήνης Ἰχθύσι· τὸ κλαπὲν μόλις εὑρεθήσεται, πλὴν φῆμαι ψευδεῖς πολλαὶ ἐλεύσονται μηνύουσαι μάτην περὶ τῆς εὑρέσεως αὐτοῦ (598—602). Σελήνη μετὰ τῶν κακοποιῶν Κρόνου [καὶ] Ἄρεως εὕρεσιν ποιεῖ τοῦ κλαπέντος (603—604). Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδίτης, Ἑρμοῦ ἀνεύρετον ποιεῖ τὸ ἀπολόμενον (604—610).

---

Maximus, Astrologus, Περὶ καταρχῶν (epitome), ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg002.local001/.
