Ancient Greek
IV. Περὶ ὁδοιπορίας.
Maximus, Astrologus, Περὶ καταρχῶν IV. Περὶ ὁδοιπορίας.
Not analysed yet
εἰ δὲ Νεμειήταο μέσην κατὰ μοῖραν ὁδεύοι δευτέρῃ εἰν ἠοῖ, ἀγανωτέρη ἔσσεται οἶμος ἤματι, νυκτὶ δὲ δίῃ ἀπειρέσια τρύχουσα, μαψίδιοί τε πέλοιντο πόνοι τῆμόσδε βροτοῖσι γαίῃ ἐν ἀλλοδαπῇ· τῷ καὶ πεφυλαγμένος εἴης, μή σε λάθῃ κούρης Θειαντίδος ὠκέα κύκλα λοίγιον εἰς ὁρμὴν εἱλεύμενα θηρὸς ἐν αἴγλῃ. εἰ δὲ κόρην αὐγῇσι περισκέπτοις ἐπιλάμποι Ἀστραίην, δηρὸν μὲν ὁμιλήσεις ξένῃ αἴῃ, ἀβλαβέως δʼ οἶκόν τε φίλους τʼ εἰσόψεαι αὖτις. εἰ δέ κʼ ὀπωρινοῖς ἐνὶ γλήνεσιν αὐγάζοιτο Χηλάων, αἵτʼ ἠελίῳ ἀτάλαντα φέρουσιν, ἦ μὲν ἐπὶ πρήξει τε καὶ ἔργοις ἰθυδίκοισιν οὔτε τι χάρμα φέρει περιώσιον οὔτε τι πῆμα· εἰ δέ τʼ ἐπὶ σκολιοῖσι καὶ οὐκ εὐήρεσιν ἔργοις τημόσδ’ ἐντύνηται ὁδὸν πολυπαίπαλος ἀνήρ, ἦ τε παλιμποίνοισιν ὅγʼ ἐγκύρσειε δίκῃσιν. εἰ δὲ πέλοι Τιτηνὶς ἐν ἄστρασιν ἠερίοισι Σκορπίου αἰθερίοιο, φέροιό κεν ἐσθλὸν ὄνειαρ εἰδώλῳ ἐνὶ τῷδε Σεληναίην ἐσαθρήσας. εἰ δέ κεν οἰκείηνδε λιλαίεαι ἀπονέεσθαι, καὶ δʼ ἂν ἐπίκρυφον οἶμον ἐπιφραδέως ἀνέλοιο, δεικήλῳ δʼ ἐνὶ τῷδε φάοι πανδῖα Σελήνη, κερδαλέον κʼ ἀνύσαιο θοῶς ἐρικυδὲς ὄνειαρ. εἰ δʼ ἄρα τοξευτῆρος ἐλαφροῦ φαίδιμον ἄστρον Τιτηνὶς φαιδρῇσιν ἐπαυγάζοι ἀμαρυγαῖς, γαῖαν ἐς ἀλλοδαπὴν δʼ ἐθέλοις τῆμόσδε νέεσθαι, ἡ τʼ ἂν ἔτι προτέρω δολιχὴν τελέσειας ἀταρπὸν δηθύνων, καὶ δηρὸν ἀπέσσεαι· ἀσπασίως δὲ πολλῶν ἠελίων ἀνύσας περιμήκεα κύκλα σοὺς ἑτάρους κτῆσίν τε καὶ ἀγλαὸν ὄψεαι οἶκον. ἐς δὲ πάτρην νόστησον ἰδὼν ἐριῶπα Σελήνην Τοξευτῆρι θέουσαν ὁμοῦ· τῆμος γὰρ ἅπασαν εὐφροσύνην ἕξεις ἐσιδὼν πατρώιον οὖδας. μὴ μὲν ὁδοιπορίης μιμνήσκεο φάεʼ ἀθρήσας Μήνης Αἰγοκερῆος ἐν ἄστρασιν οἰχνεύοντα· ἦ γάρ σοι δολιχός τε πόρος καὶ ἄπρηκτα κέλευθα ἐσσεῖται, καὶ δʼ ἄν κε κατηφείῃσιν ἔχοιο. πάτρην δʼ εἰσανιόντι μετʼ Αἰγοκερῆος ἐοῦσα ὑψίκερως Μήνη πρηῢν καὶ ἀπήμονα νόστον σημαίνει· σὺ δὲ μή τι νόῳ νοσφίζεο τῶνδε. Ὑδροχόου δʼ ἠὼ πρώτην πεφυλαγμένος ἔσσο· εἰ δέ γε δεύτερον ἦμαρ ἄγοι, πρηεῖά κεν εἴη καὶ πρῆξίν κε φέρῃσιν ἀπήμονα κερδαλέην τε. Ἰχθύσι δʼ εἰαρινοῖσιν ἐπὶ στρατιὴν πόλεμόν τε στειχέμεναι, καὶ δʼ ἄν κε φέροι γριπεῦσιν ὄνειαρ, ἠδὲ καὶ ὅσσοι φῶτες ἀνὰ δρυμὰ βησσήεντα στείχοντες ταχινῇσι κυνηλασίῃσι μέλονται. χρὴ δὲ καὶ εἰς ἑτέρους σε περιφραδέως ἐσαθρῆσαι ἀστέρας, ἢν κεραῆς ταυρώπιδος ἀργέτιν αἴγλην δέρκωνται τετράγωνον ἐπιστείχοντες ἀταρπόν, ἠὲ τρίπλευρον ἔχωσι Σεληναίης ἀμαρυγήν, ἢ διάμετρα φέρωσιν ἐπʼ ἀγλαὰ φάεα Μήνης. εἰ μὲν γὰρ κακοεργοὶ ἐπʼ ἀκτῖνας τανύσαιντο, δείδιθʼ ὁδοιπλανίην, ἐσθλοῖς δʼ ὁρόων σὺ Σελήνην βαίνουσαν κατὰ μέτρον ἐυσταθέων εἰδώλων, θαρσήσας ξείνης ἐπὶ ἤθεα καλὰ πόληος στειχέμεναι, καὶ δʼ ἄν τοι ἀτάρβητος πέλοι οἶμος.