# Περὶ καταρχῶν IX. Περὶ παίδων διδασκαλίας.

Maximus, Astrologus, Περὶ καταρχῶν, IX. Περὶ παίδων διδασκαλίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/text/IX.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%80%CE%B1%CE%AF%CE%B4%CF%89%CE%BD%20%CE%B4%CE%B9%CE%B4%CE%B1%CF%83%CE%BA%CE%B1%CE%BB%CE%AF%CE%B1%CF%82.

Εἰ δὲ τέχνης ἐθέλεις δεδαηκότας ἐντύνασθαι ἢ σοφίης υἱῆας ἢ ὀτρηροὺς θεράποντας, χρυσοφαὴς εἴη τοι ἐπʼ Ἀρνειοῖο Σελήνη, ἠὲ καὶ ὠκυπόροισιν ἐπʼ Ἰχθύσι καλὰ φαείνοι, ἢ κούρης ἐπέχοι φιαρὸν δέμας Ἰκαριώνης, ἠὲ καὶ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ ἰνδάλλοιτό, Ζηνὸς μητιέταο κεχαρμένη ἀκτίνεσσιν, ἢ Παφίης αἴγλῃσιν ἐρευθομένη τετραγώνοις ἠὲ τριπλεύροισιν — καί τʼ ἂν πολὺ λώιον εἴη — ἠὲ κατʼ ἰθὺν ἴῃσιν ἐφʼ ἑβδομάτοιο βεβῶσα δεικήλου, καὶ γὰρ τὸ πέλει τέχνῃσιν ὄνειαρ. μὴ μὲν δὴ σύνοδον τούτοις ἐνὶ τείρεσι θείη, ἢ διχόμηνον ἄγοι σέλας ἔκφατον, εὖτέ σε χρειὼ τέχνην ἢ σοφίην δεδαήμεναι ὀτρύνῃσιν· οὐ γὰρ ἂν ἐκτελέσειας, ἃ βούλεαι, οὐδέ τινʼ ἐσθλὴν παιδὶ δαημοσύνην διχομηνιὰς ἐντύνειεν, οὐδέ τι λειψιφαής· ἀνεμώλια δʼ ἔργα τίθησιν.

---

Maximus, Astrologus, Περὶ καταρχῶν, ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg001.local001/.
