# Περὶ καταρχῶν V. Περὶ γάμου..1

Maximus, Astrologus, Περὶ καταρχῶν, V. Περὶ γάμου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/maximus-astrologus/text/V.%20%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%B3%CE%AC%CE%BC%CE%BF%CF%85..1

Εἰ δὲ γάμου λελίησαι ἐπαυρέμεν ἱμερόεντος, ἐς θαλάμους δʼ ἀγαγέσθαι ἐνηέα βούλεαι εὖνιν, σκέπτεσθαι κεραὴν ἑλικόδρομον. ἢν μὲν ἔῃσι Τοξευτῆρα κατʼ αὐτὸν ἢ Ἰχθύας ὑγροκελεύθους, ἠὲ καὶ Ὑδροχόου περὶ τείρεσιν αὐγάζηται, ὄλβιον ἐκτελέσεις γάμον ἠνεκές, οὔτινα λώβην οὐδέ τʼ ἐπεσβολίην δυερὴν οἴκοισι φέροντα, οὐ μὴν νείκεα λυγρά, τὰ καὶ πινυτήν περ ἐοῦσαν ἀνέρι καὶ ποθέοντι θοῶς ἤχθρηνεν ἄκοιτιν· ἔσται δʼ ἠπιόμυθος, ἐχέφρων. ἀγλαοεργός, ἥντε κεν ἤμασι τοῖσδε πορών περικαλλέα ἕδνα κουριδίην οἰκοισιν ἑοῖς ἐσάγηται ἄνασσαν ἀνήρ, εἰ μονίην στυγέοι καὶ ἐλεύθερον ἦμαρ. ἢν δʼ ἄρα νυκτιφαὴς ἐπέχῃ κλυτοῦ Ἀρνειοῖο ἀστέρας, ἢ Ταύροιο κατʼ εὐκεράοιο πολεύῃ, μὴ σύγε μοι μνώοιο πολυκτεάνων ὑμεναίων· τεύξει γὰρ φαέθουσα Σεληναίη κλυτόπωλος τῆμος καὶ φιλίην μινυανθέα καὶ ταχύβουλον ἀστασίην, μίσει δʼ ἐρατῆς καὶ ἀκηράτου εὐνῆς κουρίδιόν τε λέχος προλιπεῖν πόσιός τε λαθέσθαι τεύξει ὁμοφροσύνην· τῷ σε φράζεσθαι ἄνωγα, ὁππότʼ ἐνὶ Κριοῖο παλιστρέπτοιο κελεύθῳ αἴγλῃ ἐρευθομένην ἐσίδῃς χρυσάμπυκα Μήνην. εἰ δὲ κόραις Ἄτλαντος ὁμὴν ἀνύῃσι κέλευθον, ἢ καὶ μαινομένῃσιν ἐφʼ Τάσιν ἰνδάλληται, αἵτε κατʼ εὐκραίρητος ἐρυγμήλοιο φέρονται Σιδονίου Ταύροιο, καὶ ἐς δόμον ἀρτύνοιο ἕδνοις βρίθουσαν χλιδανὴν ἑλικώπιδα νύμφην, ἦ τʼ ἂν γείτοσι χάρμα δυσηλεγέεσσιν ἄγοιο ξυνὴν ὀθνείοισιν ἔχων δυσπέμφελον εὐνήν· οὐ γάρ κεν στέρξειεν ἑνὸς λέχος ἤμασι τοῖσδε γημαμένη, οὐδʼ εἰ νόον αἰνετὸν Ἰκαριώνης ἠὲ καὶ Εὐάδνης Καπανηίδος ἐντύναιτο ἠὲ καὶ Ἀρσίππης ἐρικυδέος, ἠὲ καὶ αὐτῆς Λαοδάμης, ἥτʼ αἰὲν ἐπʼ ἀνέρι πορσύνουσα * * * * * * * * πάντα γὰρ ἤθεα καλὰ διασκίδνησι γυναικῶν Ταύρῳ ἐπεμβεβαυῖα Θεαντὶς χρυσοέθειρα. εἰ δὲ Θεραπναίοισιν ἐπορνυμένη Διδύμοισι δεύτερον ἦμαρ ἄγῃσι, γάμου μεμνημένος εἶναι· οἰκοσόον γὰρ ἄκοιτιν ἐνὶ μεγάροισι κομίζοις. μὴ μὲν ἔοι φλογερῷ ἐνὶ Καρκίνῳ· ἡ γὰρ ἂν ὦκα ἐκπροφύγοι μεγάρων ἄλοχος πόσιν ἐχθήρασα, ἄσπετʼ ἐπεσβολέουσα καὶ ἄκριτα ποιφύσσουσα. εἰ δὲ τύχοι γλήνεσσι Νεμειήταο Λέοντος Θειαντὶς κούρη φορέουσʼ ἐριλαμπέτιν αἴγλην, ἦ τʼ ἂν ὑπερφίαλόν τε δυσόργητόν τε γυναῖκα τέτμοι ἀνήρ, ἀτενεῖ δὲ νόῳ κεχαρημένη εἴη. οὐδέ κεν εὐπειθῆ μιν ἔχοι πόσις, οὔτʼ ἐπέεσσιν οὔτʼ ἔργοις, ἀλλʼ ἄν κε πανήμερον ὀρσολοπεύοι μύθῳ ὀνειδείῳ καί τε πληγῇσιν ἰάπτοι· μαφίδιοι μῦθοι, κενὰ δʼ ἔργματα τῇδε πέλοιντο. πολλάκι καὶ χείρεσσιν ἑὸν λωβήσετʼ ἀκοίτην δρασσομένη χαίτης, ἢ καὶ ῥεθέεσσιν ἐφεῖσα ἀτηρὰς παλάμας, ἢ ἐπιρρήσσουσα χιτῶνας. ἢν δέ γε δῖα θεὰ Ὑπεριονὶς ἐν σταχύεσσιν Ἀστραίης κούρης εὐώπιδος αὐγάζηται, χήρην μοι τῆμόσδε συνάορον ἐντύναιο, παρθενικὴν δʼ ἀλέασθαι, ἐπεὶ μογεροῦ βιότοιο αὐτή τʼ ἠδὲ πόσις κεχολώσεται ἤματα πάντα. ἢν δέ νυ Χηλάων ἐνὶ τείρεσιν αὐγάζηται, κουριδίην μὲν ἀεικὲς ἑὸν ποτὶ δῶμʼ ἀγαγέσθαι, ὠνητὴ δʼ ἂν ἔοι πολὺ φιλτέρη, εὖτε πέληται παλλακίς· ὧδε γὰρ ἄστρον ἀναγκαίῃ ὑπὸ λυγρῇ λέκτρον ἀεικέλιον γαμίων πάρος ἤγαγε θεσμῶν. εἰ δὲ πέλοι πανδῖα χαλαζήεντα κατʼ αὐτὸν Σκορπίον ἀλγινόεντα, τότʼ ἐν πρώτῃ γαμέοιο ἠοῖ παρθενικήν, καί κεν φρένας ἠπίη εἴη, ἀρτίφρων, ἀγανῇσι πεποιθυῖα πραπίδεσσιν· εἰ δʼ ἐς δεύτερον ἦμαρ ἢ ἐς τρίτον ἰθύσειεν, ἦ τʼ ἂν καὶ δμώεσσι δυηπαθέεσσι μιγείη. ἢν δὲ πελάζηται Μήνη κλυτῷ Αἰγοκερῆι, πρωτογάμῳ μὲν ἄγει λύπας καὶ πήματα λυγρά· εἰ δʼ ἄρα δεύτερον ἴσχοι ἀνὴρ λέχος, ἔσσετʼ ἄμεινον, χήρην ὀπάσει παντερπέα τῷδε δάμαρτα. μὴ μὲν δὴ συνόδοισι Σεληναίης ἀγάγοιο εὐνέτιν ἐν μεγάροισιν, ἢ ἐν διχομήνιδι πλείῃ· οὐ γάρ κεν γάμος εἴη ὀφέλλιμος ἤμασι τούτοις. σκέπτεο δʼ εἴ κ᾿ ἐσθλοῖσι οὺν ἄστρασι δινεύηται, ἢ Φαέθοντι κλυτῷ ἢ Ἑωσφόρῳ αἰγλήεντι ἠὲ καὶ εὐπέπλου Μαίης ἐρικυδέι παιδί τεύξει γὰρ βιότῳ τε μέγα κλέος εὐφροσύνην τε ἤθεσι, μειλιχίην τε χάριν τʼ εὐεργέα δώσει.

---

Maximus, Astrologus, Περὶ καταρχῶν, ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1487.tlg001.local001/.
